Pauli, monachi Elusensis, encomium de sancto Theognio

ΥΠΟ
ΚΛΕΟΠΑ (ΚΟΙΚΥΛΙΔΟΥ) Μ. ΑΡΧΙΔΙΑΚΟΝΟΥ
ΤΟΥ ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΘΡΟΝΟΥ ΤΩΝ ΙΕΡΟΣΟΛΥΜΩΝ

ἐκ τοῦ βιβλίου
ΒΙΟΙ ΤΩΝ ΠΑΛΑΙΣΤΙΝΩΝ ΑΓΙΩΝ

ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ
ΕΚ ΤΟΥ ΤΥΠΟΓΡΑΦΕΙΟΥ ΤΟΥ ΙΕΡΟΥ ΚΟΙΝΟΥ ΤΟΥ Π. ΤΑΦΟΥ
1907

Βίος καὶ πολιτεία τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΘΕΟΓΝΙΟΥ τοῦ ἀσκητοῦ καὶ ἀναχωρητοῦ, γεγονότος ἐπισκόπου τοῦ Βιτυλίου: εὐλόγησον πάτερ.

Prologus 1. «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι[1] τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς» Χριστός ὁ βασιλεὺς τῆς δόξης τοῖς ἑαυτοῦ διεστέλλετο μαθηταῖς. Ὅθεν οὗτοι τὸ θεῖον προθύμως δεξάμενοι ἔνταλμα, πᾶσαν μὲν τὴν ὑφήλιον[2] τῇ ἀστραπῇ τῶν οἰκείων κατορθωμάτων ὑπερβαλλόντων κατέλαμψαν, τὴν δ᾽ ἐγχειρισθεῖσαν αὐτοῖς διακονίαν ἀμωμήτως πληρώσαντες, τά τε ἑαυτῶν πολύτιμα σώματα τὰ θεότευκτα ὄργανα ἅπερ νόμος παλαιὸς ἠρυθροδανωμένα[3] κριῶν ἐκάλεσε δέρματα, καθάπερ τὴν μηλωτήν ποτε Ἡλίας ἐκεῖνος ὁ πυρίπνους προφήτης, ἐπὶ γῆς καταλείψαντες, πρὸς τὸν τῶν ὅλων δημιουργὸν γεγηθότες ἀπεδήμησαν, καὶ τῷ βασιλικῷ καὶ ἀσχηματίστῳ θρόνῳ σὺν παρρησίᾳ παρέστησαν. Ἀλλ᾽ οὐκ ἄρα μόνοις τοῖς ἀποστόλοις δεδομένον ὑπῆρχε τὸ πιστεύειν εἰς Θεὸν καὶ τὰς ἐντολὰς ποιεῖν τῶν τε ἰδίων ἀγώνων καὶ ἱδρώτων τὰς ἀμοιβὰς παρὰ τῆς παντοκρατορικῆς κομίζεσθαι δεξιᾶς, ἀλλὰ καὶ τοῖς μετ᾽ αὐτοὺς μαθηταῖς καὶ μιμηταῖς γενησομένοις τοῦ Λόγου. Παῦλος γοῦν, ὁ μέγας τοῦ Χριστοῦ κῆρυξ, τοῖς μελιρρύτοις τῆς εὐσεβοῦς δι-δασκαλίας ρείθροις τὰς ἐκκλησίας[4] πηγάσας, τοῦτο παραστῆσαι βουλόμενος ἔλεγεν. «Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι» καὶ ἑξῆς. «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ».

2. Διὸ καὶ Θεόγνιος, ὁ Καππαδόκης, ἐξ ἀπαλῶν ὀνύχων τῷ δεσποτικῷ προσκλώμενος πόθῳ, καὶ τὸ τοῦ Ἱερεμίου πληρῶν, «Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου», ἔργοις ἀγαθοῖς ἑαυτὸν κατακοσμήσας, καὶ τῇ τε ἀγαμίᾳ καὶ τοῖς ἄλλοις ἅπασιν οἷς Θεὸς ἀρέσκεται, τήν τε οἰκείαν ψυχὴν καὶ πάντας τοὺς ἐγνωκότας αὐτὸν εὐωδιάσας, ἰσχὺν ἀλλάξας κατὰ τὸν Ἡσαΐαν, καὶ καθ᾽ ἅπερ ἀετὸς πτεροφυήσας τῶν τε δεσμῶν τοῦ σώματος μετ᾽ εὐφροσύνης ἀπολυθεὶς εἰς οὐρανὸν ἀνέστη, τὴν ἑαυτοῦ μνήμην ὥσπερ τινὰ στήλην φωτὸς καταλιπὼν[5] τοῖς μετέπειτα.

3. Ἐγὼ τοίνυν τὰ κατὰ τὸν θαυμαστὸν λεχθέντα λογιζόμενος ἄνδρα, ὅπως τε καθαρῶς καὶ ἀμιάντως βεβίωκεν, ὅπως τε ταπεινόφρων ἐτύγχανε, καὶ ὅπως νύκτωρ καὶ μεθ᾽ ἡμέρας πόνῳ καρδίας μεγίστῳ καὶ δαψιλέσι[6] δάκρυσιν ὑπὲρ τῶν ἁμαρτανόντων τὸ κρεῖττον ἐξηυμαρίζετο[7], καὶ ἐν ποίαις ἀρτίως ἀνεκλαλήτοις σκηναῖς αἰωνίοις καὶ βασιλείοις ἀφθάρτοις σὺν ἀγγέλοις αὐλίζεται, τήν τε ἐμαυτοῦ ρᾳθυμίαν ἐννοῶν, καὶ τὴν ἄβυσσον τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ τὰς ἀλήκτους ἐκείνας βασάνους αἷς παραδοθήσεσθαι προσδοκῶ, ἤθελον σιωπῆσαι μὲν νῦν ἐφ᾽ ἡμῶν, (τὸν γὰρ τῇ ἁμαρτίᾳ τρωθέντα τῷ τῆς σιγῆς σκεπάσματι τὸ στόμα καλύπτειν ὁ νόμος ἐθέσπεισεν), ἐν ἄντρῳ δὲ ζωφερῷ ἐμαυτὸν κατακλεῖσαι, καὶ κλαίειν ἀπαύστως καὶ κόπτεσθαι[8]. Οἶδα γάρ, οἶδα, καὶ ὑπὸ τοῦ συνειδότος ἐλέγχομαι, ὅτι τὴν τῆς παρούσης ζωῆς ἀτραπὸν ἠμελημένως ὥδευσα, τοῦ λόγου καταφρονήσας τοῦ συμβουλεύοντός μοι ἀποστρέφειν τὸν πόδα ἀφ᾽[9] ὁδοῦ τραχείας καὶ τὴν λείαν[10] βαδίζειν, ἀλλ᾽ ἵνα μὴ τόν τε σύλλογον τῆς ὑμετέρας προσκυνητῆς μοι ἀγάπης, καὶ τοὺς τοῦ μνημοσύνου χάριν συναθροισθέντας ἐνταῦθα ὁσίους ἄνδρας κατηφεῖν καὶ στυγνάζειν[11] παρασκευάσω λέγειν μικρὰ ἀντὶ μεγάλων καὶ ἐκ πολλῶν ὀλίγα πειράσομαι, στεναγμῷ βαθυτάτῳ τὸ νέφος σκεδάσας τῆς ἀθυμίας.

4. Θεογνίου δὲ τοῦ πᾶσι προσφιλεστάτου μύρου μνείας διὰ χειλέων φερομένης, ἡ τῶν οὐρανίων ἄστρων χορεία τερπέσθω καὶ ἀγαλέσθω, ἡ δὲ γῆ εὐφραινέσθω, ὁ ἀὴρ γελάτω, τῶν ἀσωμάτων μάλιστα δυνάμεων, τῇ μνήμῃ τοῦ ἀνθρώπου τοῦ Θεοῦ συγχαιρουσῶν, αἵτινες ἔτι ἐν τῷ παρόντι βίῳ τοῦτον ἀθλοῦντα βλέπουσαι ἐθαύμαζον πῶς ἀσαρκοῖς πολεμισταῖς ὁ τὴν σάρκα φορῶν παρετάττετο, πῶς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τούς τε κοσμοκράτορας τοῦ σκότους καὶ τὰ[12] πνεύματα τὰ τῆς πονηρίας ὁ εὐτελής, οἰκτρός τε καὶ ἀκτήμων ἔτυπτε, συνεπόδιζε, καὶ ἐπάτει καὶ ᾐχμαλώτευε.

5. Πατρίδος οὗτος τῶν Καππαδοκῶν ὑπῆρχεν, ἐν ἐκείνῃ τῇ χώρᾳ, παιδίον ὤν, τὸ μοναδικὸν περιεβάλετο ἔνδυμα. Ἔνθα διατρίψας χρόνον τινὰ ἐν ἡσυχίᾳ καὶ τῇ πρεπούσῃ μοναχοῖς ἀγωγῇ, ἀκήκοε τοῦ Θεοῦ πρὸς Ἀβραὰμ τὸν πατριάρχην ἐν τῇ γραφῇ λέγοντος: «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Καὶ δὴ παραυτίκα, ὡς αὐτὸς κελευσθεὶς τοῦτο ποιεῖν, ἀποσπᾷ μὲν ἑαυτὸν τῆς ἰδίας πατρίδος, καταλαμβάνει δὲ τὰ Ἱερσοσόλυμα εὐχῆς ἕνεκα τῶν σεβασμίων τόπων. Κακεῖσε παρὰ τῶν ἐν τῷ Φλαβίας καλουμένῳ μοναστηρίῳ εὐλαβῶν ἐδεξιώθη ἀνδρῶν, καὶ παροικήσας αὐτόθι τῆς συνήθους αὐτῷ ἡσυχίας καὶ πραΰτητος εἴχετο, πάντας μὲν ὠφελῶν τοὺς συνόντας, μηδένα δὲ σκανδαλίσαι κἂν ἅπαξ ἑλόμενος[13]. Ἐντὸς οὖν ὀλίγου χρόνου παρακλήσεις αὐτῷ προσαγαγοῦσα ἡ τὸ μοναστήριον κτίσασα[14] φιλόχριστος γυνή, ἔπεισεν αὐτὸν καταδέξασθαι φροντίζειν τῆς τούτου διοικήσεως, ὅπερ μοναστήριόν ἐστιν ἔξω τῆς ἁγίας πόλεως ἐν τῷ τόπῳ τῷ καλουμένῳ Γεθσημανεῖ[15]. Ἐφρόντιζε τοιγαροῦν ὁ ἀνὴρ πρεπόντως τοῦ τε λεχθέντος μοναστηρίου καὶ τῆς ἐν αὐτῷ ἀδελφότητος.

6. Μετὰ ταῦτα θεωρήσας ἑαυτὸν περισπώμενον, τάχα δὲ ἀποσπώμενον ἐκ τῆς πρὸς Θεὸν ἀμερίμνου εὐχῆς καὶ δι᾽ ἐντεύξεων θείας ὁμιλίας, τήν τε τῶν ἀναγκαίων ἀφθονίαν ἱκανὴν οὖσαν, καὶ τοὺς ἐπισκεπτομένους ἀεὶ μοναχούς τε καὶ λαϊκοὺς ἐνοχλοῦντας ἐν τούτῳ τῷ μοναστηρίῳ[16] ἐγγὺς ἱδρυθέντι[17] τῆς πόλεως, ἐφοβήθη μήποτε τῇ τοῦ θορύβου πυκνότητι καὶ τῷ πλήθει τῶν χρειῶν, οὐ μὴν ἀλλὰ καὶ τοῖς πολλοῖς ἐπαίνοις τῶν δοξαζόντων αὐτόν, χαυνωθῇ τὸν λογισμὸν καὶ ἀνάξιόν τι τῆς ἄνω κλήσεως δράσῃ[18] κ᾽ ἐννοήσῃ[19]. Καὶ δὴ προσδραμὼν ἑνὶ τῶν εὖ εἰδότων γερόντων λογισμοὺς διακρίνειν, τὰ κρυπτὰ ἐξεκάλυψε. Δίδωσιν οὖν ὁ γέρων ἀπόκρισιν τοιαύτην. Οἱ τὴν ἑαυτῶν ψυχὴν ἀπρόσκοπον πρὸς τὸ κρεῖττον, καθάπερ καὶ σὺ μοι δοκεῖς, φυλάττειν ἐθέλοντες πράγμασιν ἑαυτοὺς οὐκ ἐμπλέκουσιν, κἂν μοναχοῖς διαφέρειν δοκοίη τὰ κτήματα, ἀλλ᾽ ἀμφοτεροδεξίοις ταῦτα ἀνθρώποις ἐάσαντες τοῖς καὶ περισπᾶσθαι ἀβλαβῶς δυναμένοις, τὴν τῆς ἀπραγμοσύνης ἀρετὴν κτησάμενοι, ἔτι καὶ τὰς τῶν πολλῶν συντυχίας ἐκκλίνειν σπουδάζουσιν, ἵνα μὴ ὁ λύχνος τῇ σκιᾷ τῆς κλίνης ἢ τοῦ μοδίου καλύπτηται, εἴπερ κλίνη καὶ μόδιος ρᾳθυμίας καὶ φιλοπραγμοσύνης τεκμήρια, πολλάκις δὲ καὶ ἐσβέσθη τὸ φαῖνον φῶς πνεύματος σφοδροῦ τινὸς ἐξαίφνης ἐπιδραμόντος. Εἰ τοίνυν ἐμοὶ πείθοιο, διαστὰς ἐντεῦθεν τὴν ἔρημον οἰκήσεις. Πρὸς ταῦτα Θεόγνιος, Πάνυ μοι, φησίν, ἤρεσεν ἡ συμβουλία τῆς σῆς ἁγίας ψυχῆς, ἀλλὰ τὴν θλίψιν ἐγὼ καὶ τοὺς κόπους δειλιῶ. Καὶ ὁ γέρων πρὸς αὐτόν. Εἰ φιλίᾳ τῇ πρὸς αὐτὸν τὸν Θεὸν ἀγόμενος, καὶ οὐχὶ κενοδοξίας χάριν τὴν ἔρημον ζητήσῃς[20], ζήτησον θλίψιν, καὶ ἄνεσιν εὑρήσεις, ἀνάπαυσιν δὲ ζητῶν εἰς τὰς θλίψεις ἁλώσει.

7. Ταῦτα ὁ μακαρίτης ἀκούσας καὶ τὸν γέροντα ἀσπασάμενος ἔξεισιν εἰς τὴν ἔρημον, καὶ κολληθεὶς τῷ θεοφιλεστάτῳ καὶ ὁσιωτάτῳ ἀρχιμανδρίτῃ Θεοδοσίῳ, ἀνδρὶ διαβοήτῳ, συνῴκησεν αὐτῷ ρητοὺς ἐνιαυτούς. Εἶτα πειρασμοῦ τινος ἐπελθόντος, ἐκφύματά[21] τινα περὶ τὸν δακτύλιον τοῦ Θεογνίου γενόμενα, καὶ σφόδρα φλεγμάναντα ἐρράγη, ὥστε καθ᾽ ἑκάστην πλῆθος αἵματος ἐξ ἐκείνου τοῦ τόπου προϊέναι. Λυπουμένου οὖν αὐτοῦ περὶ τούτου γνώμην αὐτῷ δίδωσιν ἔμπειρός τις τῶν τοιούτων ὅτι, Ἐπειδὴ ψυχροτάτη ὑπάρχει ἡ ὀρενή[22], ἡ δὲ κρατοῦσά σε ἀλγηδὼν θερμοτέρων ἀέρων χρείαν ἔχει, κάτελθε εἰς τὰ Ἰορδάνεια μέρη, κἀκεῖσε μείνας ἐντὸς ὀλίγων ἡμερῶν θεραπευθήσῃ. Κατελθὼν τοίνυν ἐκεῖ κατῴκησεν ἐν τῇ Λαύρᾳ τοῦ Καλαμῶνος, καὶ διὰ τάχους ἐλεύθερος τοῦ ἄλγους γεγένηται. Ἦν δὲ φιλοστόργως τῇ ἐρημίᾳ καὶ ταῖς εὐχαῖς προσανέχων. Ὄφις οὖν φοβερώτατος εἰώθει[23] πρὸ τῆς τοῦ Θεογνίου παρουσίας ἐν ἐκείνῳ φωλεύειν τῷ σπηλαίῳ, ἐπὶ τὴν ἔρημόν τε ἐκ τούτου μετὰ τὸν ὕπνον ἐξέρπων καὶ πάλιν ἐκ τῆς ἐρήμου ἀνθυποστρέφειν εἰς τοῦτο. Ὅστις ἔξωθεν ἐλθὼν κατὰ τὴν πρώτην ἡμέραν, ἐν ᾗ ὁ μακαρίτης τὸ κελλίον ἔλαβε παρὰ τοῦ ἡγουμένου, ἐθεώρει ἔνδον αὐτὸν καθήμενον καὶ κρατοῦντα σπυρίδας ἐργαζόμενον. Τὸ γὰρ δὴ ἐργάζεσθαι μέχρι τέλους οὐκ ἀφῆκεν, ἐργαζόμενος δέ, εἰμή τι αὐτῷ ἠνώχλει[24], ἅπαν τὸ ἐργόχειρον τοῖς δάκρυσιν ἔβρεχεν. Ἐκείνου οὖν τοῦ θηρίου τὴν μὲν κεφαλὴν ἔσω τῆς θύρας βαλόντος, τὸ δὲ ἄλλο σῶμα ἔξω τῆς κέλλης ἔχοντος, καὶ μένοντος μὲν ἀκινήτου, μόνον δὲ ὁρῶντος Θεόγνιον, λέγει πρὸς αὐτὸ ὁ μακαρίτης. Ἐὰν ἔχῃς συνήθειαν ἐνταῦθα μένειν, εἴσελθε,  οὐ κωλύω. Καὶ δὴ ὅλον εἰσερπύσαν εἰς μίαν τε γωνίαν ἑαυτὸ συνειλίξαν[25] ἡσύχαζεν. Ἐξ ἐκείνης τοίνυν τῆς ἡμέρας διετέλεσε τοῦτο, ὅτε ἂν καὶ ἤθελεν εἰσπορευόμενον, ἀπτοήτου[26] μένοντος τοῦ ἁγίου μέχρι τῆς ἐκεῖθεν ἀναχωρήσεως.

8. Καὶ μετὰ ταῦτα χάριτι τῆς προνοίας τοῦ Καλαμῶνος ἀποστάς, τόνδε τὸν τόπον κατείληφε. Καὶ εὑρὼν σπήλαιον, κατῴκησεν αὐτὸ[27] μόνος βραχεῖ κλάσματι ἄρτου καὶ κερατίοις ὀλίγοις τὴν πεῖναν πληροφορῶν, καὶ κύλικι[28] ὕδατος τὴν ἀνάγκην τοῦ δίψους κατασβεννύς, μάχην τε καρτερὰν ἀεὶ πρὸς τοὺς διὰ τῶν ἀκαθάρτων λογισμῶν πολεμοῦντας ποιούμενος δαίμονας. Καὶ ἦν ἀληθῶς ὡς ἐπίγειος φωστὴρ ἐν τῷ σπηλαίῳ τῇ ἡσυχίᾳ καὶ τῇ ἀσκήσει προσέχων, νηστείαις προσκαρτερῶν, χαυμενίαις τε καὶ κλαυθμῷ, ἀγρυπνίαις τε καὶ συχναῖς γονυκλισίαις καὶ τῇ μελέτῃ τῶν λογίων τοῦ πνεύματος. Πεντηκοστὸν δὲ νομίζω τῆς ζωῆς ἦγεν τότε ἔτος, ἤρχοντο δὲ πολλοὶ πρὸς αὐτὸν ὠφεληθῆναι βουλόμενοι. Διέτρεχε γὰρ ἡ περὶ αὐτοῦ φήμη, καὶ ἕκαστος τῶν ἐρχομένων, διαφόρων θλίψεων ἕνεκεν, ψυχαγωγίας καὶ ἱκανῆς ἀναψύξεως αἰσθόμενος μετὰ χαρᾶς ὑπέστρεφε.

9. Μιᾷ δὲ τῶν νυκτῶν δειλίας αὐτῷ λογισμοὺς ὑποβάλλει ὁ δόλιος, καὶ μετὰ τοῦτο, σκοτίας οὔσης βαθαίας, δείκνυσι δῆθεν Σαρακηνὸν σπασάμενον τό ξίφος καὶ ἀπειλοῦντα αὐτῷ, εἰμὴ θᾶττον ἐξέλθοι τοῦ σπηλαίου, τάχος τούτου ἐκτέμνειν τὴν κεφαλήν. Δειλίας τοίνυν πλήρης γενόμενος ὁ ἀνὴρ ἐκπηδᾷ τοῦ σπηλαίου, καὶ τὸν Θεὸν ἱκετεύει τὸ συμφέρον ποιῆσαι. Καὶ δὴ παραχρῆμα φανεὶς αὐτῷ ἄγγελός φησι πρὸς αὐτὸν αὐστηροτάτῃ τῇ φωνῇ. Δειλός μοι πάνυ φαίνει, εἴσελθε εἰς τὸ σπήλαιον, μηδὲν ὅλως φοβηθῇς[29]. Οὐ γαρ, ὡς σὺ νομίζει Σαρακηνὸς τυγχάνει, ἀλλὰ πνεῦμά ἐστιν ἀκάθαρτον εἰς εἶδος Σαρακηνοῦ ἑαυτὸν σχηματίσαν. Εὐθὺς οὖν ἀφίσταται μὲν ἀπ᾽ αὐτοῦ ἡ δειλία, θάρσους δὲ καὶ χαρᾶς τινος ἀρρήτου μετέλαβεν, ὁ δὲ δαίμων ἐκποδῶν ἐγένετο, Διαβοήτου τοιγάρ τοι τῆς ἀρίστης διαγωγῆς τοῦ ἀνδρὸς γενομένης, προσελθόντες τινες φιλόχριστοι ἄνδρες εὐτόνως τε αὐτὸν δυσωπήσαντες πείθουσι σύμμετρον πυργίον δομήσασθαι, ὅπερ καὶ γεγένηται. Πολλῶν τε αὐτῷ βουληθέντων συμμεῖναι, οὐδαμῶς ἠνέσχετο μετὰ πλήθους μιγῆναι, ὀλίγους δέ τινας προσδεξάμενος τούτοις συνδιέ¬τριβεν ἐν φόβῳ Θεοῦ τὰς κεχρηστημένας ἀσκηταῖς ἐκτελῶν λειτουργίας.

10. Χρόνου δὲ διιπεύσαντος, ἐξ ὑποβολῆς τινων βίας αὐτῷ ἀνάγκης ἐπενεχθείσης, παρὰ τοῦ κατ᾽ ἐκεῖνο[30] καιροῦ τὸν πατριαρχικὸν ἐν Ἱεροσολύμοις ἔχοντος θρόνον ἐπίσκοπος γίνεται τῆς ἐκκλησίας, ἐν τῷ Βιτυλίῳ[31] μικροτάτη δὲ αὕτη ἐστὶν ἡ πόλις, ἐνενήκοντα μιλίων[32] ἔνθεν κεχωρισμένη. Καιρὸν οὖν τινὰ ἐν τῇ πόλει ἐκείνῃ διέτριβε, καιρὸν δέ τινα ἐνταῦθα ἐρχόμενος τοῖς ἰδίοις τέκνοις ποθεινῶς[33] συνηυλίζετο. Ἦν δὲ ἤδη καὶ αὐτὴ ἡ ἐκκλησία κτισθεῖσα, μικρὰ μὲν τέως πρῶτον, ὕστερον δέ, ὡς πρὸ δέκα ἐνιαυτῶν τῆς τοῦ ἁγίου τελευτῆς μείζων γεγενημένη, διὸ καὶ ὁ ἀριθμὸς τότε τῶν εὐλαβῶν μοναχῶν Θεοῦ βουλήσει ηὐξήθη. Μικρότατον δὲ ἐστὶ τὸ κελλίον ἔνθα εἰώθει ὁ μακάριος οὗτος ἐκ τοῦ Βιτυλίου ἐρχόμενος πρὸς καιρὸν διατρίβειν, καὶ τοσοῦτον χθαμαλόν, ὥστε, εἰ μὴ προσέχοι ὁ εἰσιὼν τῇ στέγῃ προσκρούῃ[34]. Ἐκ τῆς πεδιάδος τοιγαροῦν ἀνερχόμενος ὧδε, καὶ εἰς τὴν λεχθεῖσαν εἰσερχόμενος κέλλαν τὰς χεῖρας διεπέταζεν εὐχαριστῶν τῷ Κυρίῳ καὶ μετὰ τοῦτο λέγων. Χαίροις βασιλεία. ὄντως γάρ, ὄντως βασιλείαν νομίζῳ τὸ ἀρχαῖόν μου τοῦτο οἰκητήριον εἶναι, καὶ ὥσπερ χειμασθεὶς ἐν μεγάλῳ πελάγει καὶ ἐκ κλύδωνος ρυσθεὶς οὕτως εἰς τὸν λιμένα τοῦ κελλίου προσφεύγω, ἵνα δυνηθῶ εἰς τὴν προτέραν τῆς διανοίας ἐπαναζεῦξαι τάξιν. Εἷς δέ τις τῶν ἀδελφῶν παρρησιασάμενος ἅπαξ φησὶ πρὸς αὐτόν. Αὐτός, ὦ πάτερ, μετὰ τοσοῦτον γῆρας καὶ μετὰ τὸ πάντα χειρώσασθαι τὰ ἀντίπαλα πάθη, οὐκ ἔτι πρὸ ὀφθαλμῶν ἂν σχοίης, ὡς οἶμαι, βλάβην ψυχικήν, ἀλλά καὶ ἐν τῇ πόλει σου καὶ ἐνταῦθα τὴν αὐτὴν διασώζεις κατάστασιν. Λέγει αὐτῷ ὁ καλόγηρος[35]. Πίστευε, τέκνον, μέχρις ὅτου ἡ ψυχή μου χωρισθῇ τοῦ σώματος, οὐκ ἔχω τὸ ἀσφαλές, οὐ παρέστι τὸ θαρρεῖν. σάρκα γὰρ περικείμεθα καὶ διαφόρων ἐν μέσῳ παγίδων βαδίζοντες, ἁλῶναι δεδοίκαμεν.

11. Ἐπὶ τῶν χρόνων Ἀναστασίου τοῦ βασιλέως ἠξίωσαν τὸν μέγαν οἱ τοῦ Βιτυλίου οἰκήτορες, πράγματος ἕνεκα δημοσίου, ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐκπλεῦσαι. Καὶ δὴ ἀνασχόμενος, παραλαβὼν τέ τινας ἀδελφούς, ἐξέπλει εἰς τὸ Βυζάντιον. Εἰσελθὼν τοιγαροῦν εἰς τὴν μεγαλόπολιν, καὶ πρὸς τὸν βασιλέα γενόμενος, μὲ τὴν ἐξ ἔθνους πρόσρησιν τρεῖς εὐλογίας αὐτῷ προσενήνοχεν ἐν βηλαρίῳ βαλών. Καὶ φησὶν ὁ βασιλεύς· Τὰς εὐλογίας μόνον βούλει κατασχεῖν, καλόγηρε, ἢ καὶ τὸ μαντήλιον[36] τὸ ταύταις ὑφαπλωμένον; Ὁ δὲ πρὸς τὸν βασιλέα, Εἰ τέρπῃ τῷ μαντηλίῳ, φησίν, ἑτοίμως χαρίζομαι. Πρὸς τοῦτο γελάσας ὁ βασιλεύς, καὶ καταφιλήσας αὐτόν, τὰ μὲν προσενεχθέντα ἡδέως ἐδέξατο, πάντα δὲ τὰ τοῦ πράγματος μαθών, οὗ ἕνεκεν ὁ Γέρων τὸν σκυλμὸν ὑπέμεινεν, συντόμως αὐτὸν εὖ πράξαντα ἐντὸς ὀλίγων ἡμερῶν μετὰ πάσης τιμῆς καὶ ἐφοδίων ἀπέλυσεν καταλαβεῖν τὸ Βιτύλιον. Ὅσα μὲν οὖν ἐν Κωνσταντινουπόλει ὁ φιλάνθρωπος Θεὸς δι᾽ αὐτοῦ τηνικαῦτα ἰάματά τε καὶ θαύματα ἔδειξε πλεῖστοι γὰρ αὐτοῦ τῶν ἐκεῖ δια-γόντων ἐν γνώσει γεγένηντο, σιωπῇ παραδίδωμι, ἑτέροις ταῦτα διηγεῖσθαι καταλιμπάνων.

12. Τῶν δὲ ἐν Καισαρείᾳ, Ἀσκάλωνί τε καὶ Γάζῃ γεγενημένων τὰ πλεῖστα σιωπήσας ὀλίγα λίαν ἀρτίως φανερώσω. Ἐν τῷ Μαϊουμᾷ Γάζης δύο πλοίων παρὰ ἀνθρώπων πιστῶν συμπαγέντων[37] καὶ ὃν δεῖ τρόπον[38] ἐν τῷ αἰγιαλῷ καταρτισθέντων, θελόντων δὲ τῶν κυρίων εἰς τὴν θάλασσαν κατασπάσαι τὰ πλοῖα, καὶ πλῆθος ἄπειρον πρὸς τοῦτο καλεσάντων, οὐδαμῶς ἐδύναντο κινῆσαι ταῦτα διὰ τὸ γοητείαις τισὶν ἐκ πονηρῶν ἀνθρώπων ἐπιβουλῆς περιείργεσθαι τὰ σκάφη. Ὅθεν ἐπὶ πολλὰς ἡμέρας σὺν τῷ πλήθει ἐντόνως πυκτεύσαντες, καὶ ἀμυθήτοις[39] ζημίαις περιπεσόντες εἰς ἀπόγνωσιν λοιπὸν καὶ ἀθυμίαν ἐληλακότες οὐκ ᾔδεισαν τὶ χρὴ διαπράξασθαι. Ἀγαθοῦ δέ τινος γνώμην ἀνθρώπου τοῖς θλιβομένοις ὀρέξαντος, προτραπεὶς ὁ μακάριος ἦλθεν ἐπὶ τὸν τόπον καὶ τοῖς τῆς εὐχῆς ὅπλοις πρὸς τὰς τῶν φαύλων μαγγανείας[40] ἀντιπαραταξάμενος δεύτερόν τε καὶ τρίτον τὰς ὁλκάδας κυκλώ¬σας, τὸ τοῦ Χριστοῦ προσκαλούμενος ὄνομα, τριάκοντα καὶ μόνον ἐργάτας ἕκαστον αὐτῶν παραλαβόντα καθελκύσαι εἰς θάλασσαν τὰ πλοῖα προσέταττεν. Προσαντιλέγοντος δὲ τοῦ ἑνὸς δεσπότου ὅτι ἐν ταύταις ταῖς προλαβούσαις ἡμέραις διακοσίους ἄνδρας δυνατοὺς ἑκάστης ἡμέρας βάλλοντός μου οὐδὲν ὅλως ὠφέλησα, καὶ πῶς νῦν ἐν τριάκοντα μόνοις ἐγχωρῶν σαλευθῆναι τὸ πλοῖον; Εἶπεν αὐτῷ ὁ Γέρων, Ὃ εἶπόν σοι ποίησον καὶ πολλὰ μὴ λάλει. Οἱ οὖν δεσπόται τῶν πλοίων τὸ κελευσθὲν ποιήσαντες, ὀλίγοις ἑλκύσμασιν εὐχερῶς καὶ συντόνως τὰ πλοῖα καθείλκυσαν, παραχρῆμα δὲ θάμβος ἅπαντας τοὺς παρόντας κατέσχεν καὶ μέχρι τῆς ξενίας δραμόντες τοῦ Γέροντος ὡς ἕνα τῶν ἐνδόξων Ἀποστόλων ἐμφόβως ἠσπάζοντο καὶ δῶρα προσέφερον.

13. Ἐν οἷς καὶ γυνή τις φιλόθεος, ἤδη πάλαι τινὰ ἴδιον θάψασα, καὶ τῷ τάφῳ τοῦ νεκροῦ ἀπαρηγορήτῳ καρδίᾳ προσολοφυρομένη, ὑποχυθεῖσα τὰς ὄψεις, καὶ μηδὲν ὅλως τῶν φαινομένων ὁρῶσα, μαθοῦσα τὰ κατὰ τὸν δίκαιον, καὶ χειραγωγὸν λαβοῦσα μετὰ σπουδῆς πρὸς αὐτὸν διαβαίνει τό τε κρανίον αὐτοῦ σὺν κλαυθμῷ περιλαβοῦσα ἤρξατο τοὺς ὀφθαλμοὺς αὐτῆς τῷ μετώπῳ[41] προστρίβειν τοῦ Γέροντος, καὶ τοῦ τῆς ὑποχύσεως νέφους ἀπελαθέντος, εὐθέως ἀνέβλεψεν. Τὸ δὲ πλῆθος ἐκπλαγὲν τῷ παραδόξῳ τοῦ θαύματος ἔκραξε. Δόξα σοι, Κύριε, ὁ ποιῶν θαυμάσια. Τοσοῦτοί τε αὐτοῦ κατεπήστησαν ἐκ κεφαλῆς μέχρι ποδῶν τὰ μέλη πάντα φιλοῦντες τοῦ δικαίου, ὡς παραβραχὺ πνιγῆναι αὐτόν, εἰ μὴ νήψας ταχέως τὸ μὲν ἑαυτοῦ παλλίον περιελόμενος τῷ ὄχλῳ κατέλιπεν, εἰς διακονικὸν δὲ μαρτυρίου τινος εἰσπηδήσας, ἀπηλλάγη τοῦ ἄχθους. Ἐν Καισαρείᾳ πάλιν τῆς τοῦ ἄρχοντος συνεύνου πάθους τινὸς αἰτίᾳ ὁ μαστὸς οἰδήσας ἐγένετο ὡς ἀσκός. Πάντων τε τῶν αὐτόθι ἰατρῶν μυρίαις χρησαμένων ἐπινοίαις καὶ θεραπεῦσαι μὴ δυνηθέντων, καὶ τοῦτο ὁ μακαρίτης Θεόγνιος ἰάσατο τρισὶ γονυκλισίαις καὶ δακρύων ροῇ καὶ εὐλογημένου ἐλαίου ἐπιχρησμῷ.

14. Τοῦ θαύματος τοῦ ἐν τῷ Βιτυλίῳ γενομένου οὐ μόνον ἡ παράλιος ἅπασα ἐν γνώσει γεγένηται, ἀλλὰ καὶ πᾶσα σχεδὸν ἡ Αἴγυπτος, Κιλικία τε καὶ Καππαδοκία, καὶ αὐτὸ τὸ Βυζάντιον τῆς ἀγγελίας ἀπήλαυσεν. Ἡ γειτνιῶσα θάλασσα τοὺς οἰκείους παραβεβηκυῖα ὅρους, κυμάτων ἀγριωτάτων φάλαγξι τῷ πολυδρίῳ προσέβαλλεν, ἐκριζοῦν τοῦτο καὶ ἀφανῆ καθιστᾶν διὰ τῆς ἰδίας βιαίας προσράξεως[42] ἀπειλοῦσα. Τοῦτο δὲ πάντως συνέβαινεν κατὰ θείαν οἰκονομίαν ἵνα καὶ ἁμαρτάνοντες σωφρονισθῶσι τῷ φόβῳ καὶ ἡ χάρις ἡ δοθεῖσα τῷ δικαίῳ ἐπὶ πλεῖον δοξασθῇ. Πάντες τοίνυν οἱ τῶν τόπων ἐκείνων οἰκήτορες εἰς τρόμον χειρῶν καὶ γονάτων πάρεσιν ἐμπεπτώκεισαν, τὴν ἐπικειμένην αὐτοῖς ὀργὴν μᾶλλον καὶ μᾶλλον, προϊόντος τοῦ χρόνου, κορυφουμένην ὁρῶντες. Ὅθεν σὺν ἱκανοῖς ὀδυρμοῖς τὸν θεράποντα τοῦ Χριστοῦ δυσωποῦσιν ἀνακόψαι δι᾽ εὐχῆς τὴν ὁρμὴν τῆς θαλάσσης. Ἀναστὰς οὖν ὁ γέρων, καὶ σὺν αὐτοῖς κατελθὼν μέχρι τέ τινος τόπου βαδίσας τάς τε καθαρὰς χεῖρας ἐκείνας εἰς προσευχὴν ἐκτείνας, καὶ τῷ Θεῷ πιστεύσας τῷ εἰπόντι. Ἔτι σοῦ λαλοῦντος ἰδοὺ πάρειμι, σταυρόν τε πήξας ἐν τῷ τόπῳ ἐκείνῳ, τοιαῦτα πρὸς τοὺς παρόντας ἀπεφθέγξατο ρήματα. Τῆς τοῦ δεσπότου τῶν ὅλων βοηθείας διηνεκῶς ἀπολαυόντων ἡμῶν, ὅσον ἂν ἡ θάλασσα[43] ἐκμανῇ μέχρι τούτου καὶ μόνου τοῦ σταυροῦ ἐλεύσεται ἀφόβως τοίνυν τοῦ λοιποῦ, ὦ τέκνα, διάγετε, τὸ ἁμαρτάνειν καὶ μόνον φοβούμενοι, τὴν δὲ τῆς θαλάσσης ἀπειλὴν μηδ᾽ ὅλως δεδοικότες. Διόπερ ἀπὸ τοῦδε μέχρι τῆς ἄρτι ὥρας τὸ ρῆμα τοῦ μεγάλου τῇ τοῦ κρείττονος δυνάμει στερεωθὲν ἀδιάφθορον, ἄλυτον, ἀμείωτον ἕστηκεν.

15. Πάλιν ποτὲ βουλευσαμένου αὐτοῦ ἐπισκέψασθαι ἡμᾶς καὶ τοῖς παρα-μένουσιν αὐτῷ τὴν βουλὴν φανερώσαντος, ἦν δὲ τότε ἐν τῇ ἁγίᾳ πόλει, ὁρᾷ κατ᾽ ὄναρ αὐτῷ τὸν Σατανᾶν λέγοντα. Ὅτιπερ σκοπὸν ἔχεις διὰ χρόνου τὴν σεαυτοῦ μάνδραν ἐπισκέψασθαι καὶ χαίρεις ἐπὶ τούτω[44], ἐγώ σου τὴν χαρὰν εἰς πένθος μεταθήσω. Ὀρθριώτερον τοιγάρτοι τῆς πόλεως ἐξελθὼν σὺν δυσὶν ἀκολούθοις ἐπικαθεσθεὶς ὄνῳ, καὶ δὴ φθασάντων αὐτῶν ἕως τοῦ τόπου τοῦ καταντικρὺ τῆς μονῆς τοῦ μακαρίου ἀββᾶ Εὐσταθίου, τοῦ δεξιοῦ ποδὸς τοῦ ζώου παρολισθήσαντος, ἔτυχεν τοῦτον ἐκκυλισθῆναι, καὶ εἰς τὸ παρακείμενον τῇ ὁδῷ κοιλότερον κατενεχθῆναι μέρος, παραχρῆμά τε κλασθῆναι τοῦ καλογήρου τὸν πόδα. Κατελθόντες οὖν ἐκεῖ κάτω οἱ ἀδελφοὶ εὑρίσκουσι τὸ μὲν ἄλογον ἐγερθὲν καὶ ἱστάμενον, τὸν δὲ γέροντα κείμενον ἐν ἀγωνίᾳ καὶ ἐπασθμαίνοντα τῷ πόνῳ τοῦ κλάσματος. Εὐθὺς οὖν ὁ εἷς τῶν ἑπομένων λινοῦν ἔχων ὀθόνιον ἐν χερσὶ περιδεσμεῖ μὲν τὸν πόδα τοῦ γέροντος, ἐπιβιβάσαντες δὲ αὐτὸν ἐπὶ τὸ κτῆνος στυγνοῖς προσώποις κομίζουσι πρὸς ἡμᾶς. Συνέβη τοίνυν αὐτὸν μὲν ἀλγυνόμενον στένειν πυκνῶς, ἡμᾶς δὲ πάντας, ἀντ᾽ εὐφροσύνης τὸ πένθος ἀσπάζεσθαι. Εἶτα ἐκ τῆς πόλεως προσκαλούμεθα ἄνδρα ἐπιστάμενον κλάσματα θεραπεύειν. Ἐλθὼν δὲ ἐκεῖνος καὶ πάντα τὰ καθήκοντα ποιήσας ἀκολούθως μίαν τε ἥμισυ ἡμέραν παραμείνας ἀνέλυσεν εἰς τὴν πόλιν καλάμοις τισὶ πρότερον περιδήσας τὸν κεκλασμένον πόδα, καὶ παραγγείλας τοῦτον παντελῶς μὴ σαλεῦσαι μέχρι συμπληρώσεως ἡμερῶν οὐκ ὀλίγων, τεθῆναι[45] δὲ σκεῦός τι ὀστράκινον ὑπο¬κάτω διατρηθείσης τῆς κοίτης ἵν᾽ ὅταν χρεία καλοίη, κείμενος ἐν τῇ κλίνῃ ἀκίνητος οὕτως ἐκφέρει[46] τὰ σκύβαλα. Διὰ τί δὲ ὁ Θεὸς ὁ παντοκράτωρ ἐν καιρῷ παραχωρεῖ τῷ Σατανᾷ τοὺς ἐκλεκτοὺς κολαφίζειν, ἐν ἄλλῳ ζητείσθω καιρῷ. Δευτέραν τοίνυν ἡμέραν ἀσάλευτος ἔμενεν ἐν πικραῖς ἀλγηδόσι, καὶ δὴ τῇ τρίτῃ νυκτὶ ἄγγελος αὐτῷ ἐπιστὰς ἀψοφητὶ τότε σινδόνιον ὃ περιεβέβλητο ἀποσκευάσας, θέρος γὰρ ἦν, φησὶ πρὸς τὸν γέροντα ἠρεμαίᾳ τῇ φωνῇ. Ὁ πόνος σου πέπαυται. μηδὲν φοβηθῇς, ὑγιὴς ὑπάρχει. Καὶ τοῦτο εἰ¬πὼν ἀπέστη ἐξ αὐτοῦ τὰς ὀδύνας ἐλάσας. Εὐθέως οὖν φωνήσας ἡμᾶς ὁ μέ¬γας διηγήσατο ἡμῖν ταῦτα, καὶ δοκιμάσας εἰ ἄρα δύναιτο μεταθεῖναι τὸν πόδα, καὶ πάνυ δεδύνητο. Ὅθεν ἀνακαθίσας καὶ βακτηρίαν λαβὼν ἄνευ ὀδύνης ἀκωλύτως ἐβάδιζεν, πλὴν ἡ δειλία τοῦ προλαβόντος ἄλγους μικρὸν αὐτὸν ἐπισκάζειν ἐποίει. Μετ᾽ ὀλίγας δὲ ἡμέρας εἰς Βιτύλιον ὥδευσεν, ἡμεῖς τε πάντες σὺν αὐτῷ τῷ ἰατρῷ τῷ δῆθεν ἐπμελουμένῳ τοῦ κλάσματος, χαριστηρίους φωνὰς τῷ παντοδυνάμῳ δεσπότῃ Χριστῷ ἀνεπέμψαμεν ἐπὶ τῇ παραδόξῳ καὶ συντόμῳ τοῦ μεγάλου ὑγείᾳ.
16. Καὶ ἄλλο δέ τι θαυμαστὸν τάχα φθέγξασθαι νῦν πάρεστιν. Ἀπὸ γὰρ τῆς ἡμέρας ἧς αὐτὸν εἴρξατο[47] περιοδεύειν ὁ ἰατρὸς ἕως τῆς τοῦ ἀγγέλου ἐπισκέψεως, περιστερὰ εὐειδὴς ποτὲ μὲν ἀνὰ τὸν ἀέρα τῆς μάνδρας πετομένη[48] ὑπὸ πάντων ἐβλέπετο, ποτὲ δὲ ἐν τῇ κατὰ ἀνατολὰς οὔσῃ θυρίδι πρὸς τοῖς ποσὶ τοῦ ὁσίου ἡσυχῇ, ἐκαθέζετο, μέχρις ὅτε ὁ μέγας τῶν πόνων ἐκουφίσθη, καὶ μετὰ τοῦτο ἀφανὴς ἐγένετο λεχθεῖσα [ἡ] περιστερά. Ἔφασκεν οὖν ὁ μέγας περὶ αὐτῆς. Μὴ ξενίζεσθε, τέκνα, τίνος χάριν ἀθεάτως ὑπάρχει. πάντως γὰρ πεπόρευται καὶ ἄλλοις βοηθῆσαι.

17. Ἀλέξανδρος, ὁ τῆς ἡμετέρας γενεᾶς τίμιος μαργαρίτης ὁ τῆς Ἀσκαλω¬νιτῶν μὲν σχολαστικὸς γεγονώς, τοῖς δὲ φιλερήμοις καὶ ἐναρέτοις πατράσι συναριθμούμενος, ὁ μὴ μόνον ὑπὸ πιστῶν ἀνθρώπων γνησίως ἀγαπηθεὶς διὰ τὴν τῶν οἰκείων τρόπων καὶ ἔργων χρηστότητα καὶ φιλανθρωπότητα, ἀλλὰ καὶ ὑπ᾽[49] ἀπίστων, ἡνίκα πρώη ἐγὼ κατέλιπον τὴν Ἑλλάδα, κατήντησα δὲ εἰς Παλαιστίνην, καὶ τῷ ἀνδρὶ συντυχὼν ἠρώτησα ποῖ με χρὴ καταχθῆναι ὠφελείας δεόμενον ψυχικῆς, ἔλεγέ μοι ὅτι. Σύντυχε τῷ κυρῷ Θεογνίῳ καὶ πάντως ὠφεληθήσῃ. ἂν δὲ καὶ ἀρέσῃ[50] σοι μεῖναι πάντοτε ἐν τῷ μοναστηρίῳ αὐτοῦ χάριτας ὀφλήσεις καλῶς συμβουλεύοντι. Σύντυχε Θεογνίῳ, καὶ γνώσῃ Θεὸν ὑπὸ τοιούτου ἀνδρὸς πρὸς ζωὴν ποδηγούμενος. Αἰμιλιανὸς μὲν ὁ καλὸς ἀγελάρχης καθάπερ μεμάθηκα, οὐ μετρίως πρὸς φόβον Θεοῦ τὴν ψυχήν σου ἤλειψεν. ἂν δὲ ἴδῃς νυνὶ τὸν κύριον Θεόγνιον, ἀσφαλέστερος ἔσῃ. Περὶ γὰρ ταπεινώσεως ὁ ἀνὴρ τὰ πλεῖστα διαλέγεται. Ἐπειδὴ τοίνυν τὸν τῶν ἀνθρώπων γένος κενόδοξον ὑπάρχον εἰς ἀλαζονείαν ρᾳδίως ἕλκεται, τούτου χάριν χρήζομεν διδασκάλων οὐ ψιλοῖς τοῖς ρήμασιν, ἀλλὰ γὰρ καὶ τοῖς ἔργοις γεωργούντων τῆς ταπεινοφροσύνης τὸ βέλτιστον γέννημα. Ἰακὼβ ἐκεῖνος ὁ πτερνιστὴς τῶν παθῶν, τὸ τῆς ἀκροβυστίας, καθάπερ οἱ πρόγονοι, περιετμήθη σαρκίον [51], ὀφείλομεν δὲ καὶ ἡμεῖς κατὰ τὸ πνεῦμα ζηλοῦν τὸν πατριάρχην, τὴν σαρκικὴν ἡδονὴν αὐτῶν ἑαυτῶν ἀποκόπτοντες τῷ σιδηρίῳ τῆς ἐγκρατείας. Πάλιν ἐν ἄλλῳ καιρῷ ἐφήψατό τις τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ παραχρῆμα ἐνάρκησεν· συμφέρει οὖν καὶ ἡμῖν τὸν περὶ ταπεινοφροσύνης ἀεὶ δίκην ἐπαφῆς παραδέχεσθαι λόγον καθαπτόμενόν τε καὶ καταρτίζοντα τὴν ἔνδον διάθεσιν, ὅπως ἂν διὰ τούτου τὸ πλάτος καὶ ἡ διάχυσις τῆς ἀλόγου οἰκήσεως ἐκ τῶν ἐντὸς κενωθῇ[53], καὶ δυνηθῇ ὁ νοῦς εἰς ἑαυτὸν συσταλεὶς τὰ ἑαυτοῦ ἐπιγινώσκειν μέτρα, προκόπτειν τε κατὰ Χριστὸν τὸν ἑαυτὸν δι᾽ ἡμᾶς ταπεινώσαντα, καὶ δούλοις ἰδίοις δουλεύσαντα, καὶ τῆς αἰσχρᾶς τῶν δαιμόνων δουλείας ρυσάμενον τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὅστις καὶ σοὶ πρὸς αὐτὸν καταφεύγοντι, καὶ ξενιτείαν[53] καὶ πενίαν ποθοῦντι τὰς θύρας τῶν οἰκτιρμῶν εὐμενῶς ἀνοίξει, δοῦλε θεοῦ.

18. Θεόγνιος, ὁ τὴν ἡδονὴν καὶ τὴν κενοδοξίαν τῶν ἁμαρτημάτων ὅλων ρίζας καὶ τροφούς, καθάπερ δύο κεφαλὰς δρακοντείας πολλοὺς λυμαινομένους, ἐκτεμὼν δι᾽ ἑαυτοῦ συνδρομῇ τοῦ κρείττονος, ὁ κῦρις Θεόγνιος τὸ μύρον τῶν μοναχῶν, οὗτος τὸν ἐμὸν ἀδελφὸν Ἀνδρόνικον δυσυντηρίου νόσου καὶ ὀξωδίας ἀφάτου ἀπήλλαξεν οὗτος καὶ παῖδα Αἰλιανοῦ τοῦ φιλοχρίστου ἐν Γάζῃ σχολαστικοῦ ἀπογνωσθέντα παντελῶς παρ᾽ ἐλπίδα ἀνήγειρεν• οὗτός ἐστιν ὁ ταῖς στείραις γυναιξὶ τεκνογονεῖν δι᾽ εὐχῆς παρασχόμενος. Ἄνδρες τινὲς πονηροὶ οἶκόν ποτε διέρρηξαν ἀνθρώπου φιλαρέτου ἐν τῷ μεσονυκτίῳ, καὶ λοιπὸν τὴν ἐκφορὰν τῶν εὑρεθέντων σκευῶν ποιήσασθαι ἠβούλοντο. Ὁ δὲ ἰσάγγελος Θεόγνιος καθεύδοντι βαθέως τῷ οἰκοδεσπότῃ ἐμφανισθεὶς καὶ ἐξυπνίσας, τὴν μὲν συλαγωγίαν γενέσθαι κεκώλυκεν, τοὺς δὲ τοιχωρυχήσαντας[54] εἰς χεῖρας τοῦ εὐσεβοῦς ἀνθρώπου συνέκλεισεν. Ἀσκητής τις πάλιν, ἀνὴρ θαυμαστὸς καὶ γνώσεως ὑψηλοτέρας οὐκ ὀλίγως μετέχων ἐν τῇ ἐμῇ οἰκίᾳ καταμένων πάθει τινὶ ἀπευκταίῳ συνείχετο. Πάντας δὲ τοὺς τῆς πόλεως ἰατροὺς διαφόρως ἐγὼ πρὸς αὐτὸν εἰσενέγκας πολλά τε μηχανησάμενος θεραπείας ἕνεκεν οὐδὲν ὠφελῆσαι τὸν ἄνδρα δεδύνημαι, μεγάλως δὲ ἐθλιβόμην τὰς διαπύρους ἐκείνας βοάς τε καὶ οἰμωγὰς [55] ἀμέτρους ἀκούων τοῦ ἀσκητοῦ. Τινές τε τῶν λαμπρῶν τῆς πόλεως καὶ αὐτῶν δὲ τῶν θυσίας καὶ σπονδὰς ἐπιτελούντων Ἑλλήνων ἐν Ἀσκάλωνι, ἤδη τὸν ἀσκητὴν προγινώσκοντες, ἤρχοντο πρὸς ἐπίσκεψιν αὐτοῦ, μηδὲν μὲν ἰατρείας χάριν συμβαλέσθαι δυνάμενοι, μόνον δὲ συμπαθείας ἕνεκα τῷ ἀλγοῦντι συγκλαῦσαι. Μετὰ βραχὺν γοῦν χρόνον παριόντος τοῦ μεγάλου ἐπὶ τὸ Βιτύλιον, κατέσχον αὐτὸν παρακαλέσας [...] ἐχειρίζοντο. Λίαν γὰρ ἀφιλάργυρος ἦν, ἐλεήμων δέ, εἰ καί τις ἄλλος, συμπαθής τε καὶ φιλάνθρωπος.

19. Ἀντίπατρον ὑμεῖς πάντως οἴδατε, τὸν τὴν δουκικὴν ἀρχὴν πρῴην ἐγχειρισθέντα, ὃς περιεβέβλητο ἀποτομίαν καὶ θρασύτητα πολλήν, καθὼς οἱ τότε τοῦτον ὁρῶντες ἐν τῇ πόλει ἔφασκον. ἐγὼ γὰρ ἐν τῇ ἐρήμῳ διάγων οὐχ ἑώρακα τὸ πρόσωπον τοῦ ἀνδρός. Κληρικὸς τοίνυν Βιτυλιώτης ἐγκλήματί τινι ἔνοχος γενόμενος τῷ δουκὶ παρεπέμφθη, καὶ τῇ κελεύσει τούτου τὴν φυλακὴν ᾤκησε μέχρι θανάτου κινδυνεύσειν[56] νομίσας. Τῶν τε φίλων ἁπάντων τῷ φόβῳ ἀποστάντων καὶ μηδενὸς βοηθεῖν δυναμένου ἢ θέλοντος, ὁ μακαρίτης Θεόγνιος δι᾽ ἑαυτοῦ σκυλῆναι πρὸς τὸν δοῦκα τούτου χάριν ἠπείγετο. Πολλῶν τε κωλυόντων καὶ πρὸς αὐτὸν λεγόντων. Σεαυτόν, ὦ πάτερ, τιμῆσαι βουλήθητι, καὶ μεῖνον ἐπὶ τὸν τόπον. ἐὰν γὰρ διὰ τοῦτο πορευθῇς πρὸς Ἀντίπατρον, ὑβρισθεὶς[57] παρ᾽ ἀξίαν, ὧδε ἐπανελεύσῃ, τοῦτο γὰρ ἔθος ἐνυπάρχει τῷ ἀνδρὶ ἀτιμάζειν ἀεὶ τοὺς φιλαρέτους ἄνδρας, φησὶν ὁ καλόγηρος. ἐγὼ μέχρι τῆς δεῦρο τιμὴν παρὰ ἀνθρώπων οὐκ ἐπόθησα, σπουδάσω τοίνυν δι᾽ εὐσπλαγχνίαν Χριστοῦ ἐξελέσθαι θλίψεως τὸν ἀδοκήτῳ συμφορᾷ κρατηθέντα, κἂν διὰ τοῦτο ἔλθοι μοι ἀτιμία καὶ ὕβρεις[58] οὐδαμῶς λυπηθήσομαι, ἀλλὰ καὶ χαρήσομαι[59].

Ταῦτα εἰπὼν πρὸς τὸν δοῦκα πορεύεται. Ἰδὼν δὲ ἐκεῖνος πόρρωθεν τὸν μέγαν ἐρχόμενον δρομαίως [60] ἐλθὼν εἰς συνάντησιν περιεπλάκη τε τούτῳ καὶ γνησίως ἠσπάσατο. Ὁ Γέρων δὲ εὐθέως ὑπὲρ τοῦ ἐν τῇ φρουρᾷ κατακλείστου παρεκάλει τὸν δοῦκα. Ὁ δὲ· Μεῖνον, φησίν, ὦ πάτερ, ἄριστον ὑμῖν εὐτρεπισθήτω πρῶτον καὶ ἐκ τῶν ὑμετέρων χειρῶν εὐλογίαν ἐπὶ τραπέζης λάβε καὶ μετᾶ τοῦτο φίλην ὑμῖν ἀπόκρισιν παρέξω. Γίνεται τοίνυν οὕτως καὶ κατακλίνονται ἐκεῖνος ἐπ᾽ ἐκεῖνο τὸ κέρας, καὶ οὗτος ἐπὶ τοῦτο τὸ κέρας τῆς στιβάδος, καὶ τροφῆς μεταλαμβάνομεν. Ἐν δὲ τῷ [61] ἀριστᾶν αὐτοὺς ὄ¬μνυσιν [62] ὁ Ἀντίπατρος ὄρκον φρικώδη λίαν ὅτι περ. Πρὸ πολλῶν τούτων ἡμερῶν ἔδειξέ μοι ὁ Χριστὸς τὴν τιμίαν σου ὄψιν, καθ᾽ ἃ νυνὶ ὁρῶ σε μετ᾽ ἐμοῦ ἐσθίοντα καὶ τινά με λαλοῦντα. ὅθεν πάνυ ἐξῄτουν ἐρασμίως ἔκτοτε ἰδεῖν ὑμᾶς τοῖς τοῦ σώματος ὄμμασιν. Ἰδοὺ οὖν ὁ πόθος τετέλεσται, κἀγὼ τῆς ὑμετέρας εὐλογίας ἀπήλαυσα. οὐκοῦν καὶ ὁ κληρικὸς ὑμῶν ἐντεῦθεν ἤδη τῆς φυλακῆς ἀπολυέσθω, μηδὲ μίαν ἀπὸ τῆς ὥρας ταύτης καὶ εἰς τὸ διηνεκὲς ὑφορώμενος ἔγκλησιν. Λαβὼν τοιγαροῦν παρὰ Ἀντιπάρου τὸν κληρικὸν ὁ μακάριος εἰς τὴν ἰδίαν ἐκκλησίαν ὑπέστρεψε δοξάζων τὸν Κύριον.

20. Εἶδον ἐγὼ πολλάκις τοῦτον τὸν μακαρίτην δάκρυσιν πεφυρμένον, καὶ ὑπὲρ ὅλου τοῦ κόσμου τὸν Θεὸν δυσωποῦντα. Γένοιτο δὲ καὶ ἡμᾶς φιάλην μετανοίας κλαυθμῷ κραθεῖσαν καὶ στεναγμοῖς ἀλαλήτοις τῷ κριτῇ προσκομίσαι, ἵνα ἐκ τούτου τῆς ἀγαλλιάσεως ταλανιζομένους μὲν τοὺς γελῶντας, μακαριζομένους δὲ τοὺς πενθοῦντας. Ἔγνων πάλιν τὸν προλεχθέντα, καὶ κοιμωμένου αὐτοῦ τὰ χείλη δονούμενα τοὺς ψαλμοὺς ἠρεύγετο. Πάσας μὲν αὐτὸς τὰς ἀρετὰς ἐπῄνει καὶ ἐθαύμαζεν, ἐξαιρέτως δὲ ἀκτημοσύνην καὶ ἐγκράτειαν βρωμάτων. βαττολογίας τε ἐγκόπτεσθαι καὶ τὸν νοῦν τηρεῖν ἐν τοῖς ἱεροῖς μαθήμασιν, ἵνα διὰ τούτων δυνηθῇ τις κτήσασθαι καθ᾽ ἑκάστην ἡμέραν δάκρυα, ἐὰν γὰρ μή τις διὰ πηρώσεως τῶν εἰρημένων δακρύων ζηλώσας ἐγκόψῃ τὰ πάθη τῆς ψυχῆς οὐ μὴ δυνηθῇ κτήσασθαι τὴν ἀγάπην ὅπερ ἐστὶ πλήρωμα νόμου, συνεχῶς ἐνουθέτει τοὺς πειθομένους αὐτῷ.

21. Ἐν ταῖς ἀρχαῖς Ἰουστίνου τοῦ βασιλέως, χρείας τινὸς πάλιν ἀναγκασάσης, κατήντησεν εἰς Κωνσταντινούπολιν καὶ ὑπὲρ πάντας τοὺς ἐκεῖσε τότε εὑρεθέντας ἐπισκόπους δεδόξασται. Συνέβη δὲ παρά τινων τῶν τῆς συγκλήτου σεβόντων αὐτὸν λίαν μαθεῖν καὶ αὐτὸν τὸν βασιλέα τὰς τοῦ ἀνδρὸς ἀρετάς, καὶ τὴν μὲν αἴτησιν, δι᾽ ἣν τὸ Βυζάντιον κατέλαβεν, παρέσχεν ὁ βασιλεύς, ταῖς δὲ μεγίσταις τιμαῖς σὺν τῇ συγκλήτῳ πάσῃ τιμήσας τὸν ἅγιον σεβασμίως ἀπέπεμψεν. ὅστις εἰς τὸ Βιτύλιον μὲν ὑγιὴς καὶ χαίρων κατέπλευσεν. Ἀνῆλθεν δὲ ἐνταῦθα, καὶ ἠσπάσατο τὰ οἰκεῖα τέκνα, καὶ πάλιν εἰς τὴν ἑαυτοῦ πόλιν σπουδαίως ὑπέστρεψεν. Ἔπειτα μετὰ χρόνον ὀλίγον πάλιν ἀνέβη πρὸς ἡμᾶς καὶ τοῦ μέτρου τῆς ζωῆς πληρωθέντος, τὸ τοῦ προσκαίρου βίου φοβερὸν πέλαγος διαπλεύσας, ὡς καλὸς κυβερνήτης ἐν ταὐτῷ καὶ ναύκληρος εἰς τὸν Χριστοῦ λιμένα τῆς ἑαυτοῦ μεγαλοπλούτου ψυχῆς ταῖς ἀρεταῖς πεφορτωμένης τὸ σκάφος διέσωσεν. Καὶ τὸν μὲν χοῦν τῷ χοῒ ἀπέδωκε, τὸ δὲ πνεῦμα ὥσπερ χρυσὸν καθαρόν, εἰς χεῖρας τοῦ Σωτῆρος παρέθετο, ἑπτὰ καὶ ἐνενήκοντα ἐτῶν περιόδους τελέσας ἕως ὀγδόης ἡμέρας τοῦ τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος Φεβρουαρίου μηνός.

22. Ἀβροχίας γοῦν ἐν τῇ τελευτῇ τοῦ ὁσίου ὑπαρχούσης, τοῦ λάκκου τοῦ ἔχοντος τὸ ὕδωρ τὸ ὀμβρινὸν μέλλοντος ἐκλείπειν, καὶ τῶν ἀδελφῶν ζητούντων ἀναχωρῆσαι διὰ τὴν λεῖψιν τοῦ ποτοῦ, μετὰ μία ἑβδομάδα τῆς ἐν σαρκὶ τελευτῆς τοῦ μεγάλου νεφέλη πλήρης ὄμβρου ἐκ δύσεως δραμοῦσα, τὰ μὲν κατόπιν[63] μέρη δι᾽ ὧν παρελήλυθεν μικραῖ ἄγαν ψεκάσιν ἐρράντισεν, ἐλθοῦσα δὲ ἐνταῦθα καὶ στᾶσα ἐπάνω τοῦ ὄρους τοσοῦτον πλῆθος ὑετοῦ ἐξέχεεν, ὥστε καὶ τοὺς σωλῆνας ραγῆναι δι᾽ ὧν εἰώθει τὸ ὕδωρ διαβαίνειν μὴ χωροῦντας τὴν τοῦ ὄμβρου λαβρότητα, καὶ τὸ μὲν ἀρκοῦν ἡμῖν εἰς τὸν λάκκον εἰσρεῦσαι, τὸ δὲ περισσὸν ἔξω τοῦ τείχους ἐξελκυσθὲν ταῖς χερσὶ τῶν ἀδελφῶν ὧδε κἀκεῖσε σκορπισθῆναι. Πρὸ ὀφθαλμῶν γὰρ εἶχον, μήπως ὁ ἄμετρος ὄγκος ἐκεῖνος τοῦ ὕδατος ἐντὸς τῶν οἰκημάτων συστραφεὶς τὰ τοῦ μοναστηρίου σαθρώσῃ θεμέλια. Ταῦτα μὲν οὖν μεθ᾽ ἡμέρας ἑπτὰ τῆς τοῦ ὁσίου κοιμήσεως. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ καθ᾽ ἣν ὁ τοῦ Θεοῦ θεράπων ἐξῆλθεν τοῦ σώματος, ἄπειρος δῆμος ἐνταῦθα συνέδραμε. Δύο δὲ φούρνων καὶ μόνον ἄρτους ὁ κελλάριος εἶχεν τέσσαρσι καὶ δέκα ἡμέραις δαπάνης χάριν τοῖς ἡμετέροις μόνοις ἀσκηταῖς ἀρκέσαι ὀφείλοντας, παντὸς τοιγαροῦν τοῦ συνελθόντος ὄχλου ἐνθάδε ἀριστήσαντος καὶ χορτασθέντων ἁπάντων, τὰ τῶν ἄρτων περιττεύσαντα κλάσματα ὑφ᾽ ἡμῶν συναχθέντα ἐφ᾽ ἑτέρας δύο ἑβδομάδας τοῖς σὺν ἡμῖν πατράσι παραδόξως ἐπήρκεσεν. Μετ᾽ οὐ πολὺν δὲ χρόνον ἔμπορός τις πρὸς βραχὺ χάριν εὐχῆς εἰς τὴν ἁγίαν ἀνεληλυθὼς πόλιν ἀπήγγειλεν τοῖς ταύτης οἰκήτορσιν εἰς θάλασσαν εὑρῆσθαι τοῦτον πρὸ δύο μηνῶν πλέοντα παρὰ τὴν γῆν καὶ τεθεᾶσθαι σίφωνα τῇ θαλάσσῃ ἐφεστῶτα φωνῆς τε σὺν τοῖς ναυτικοῖς ἀκηκοέναι λεγούσης. Ἄντλησον ὕδωρ ταχέως, καὶ εἰς τὸ μοναστήριον Θεογνίου ἀπάγαγε. Ἀκούσαντες οὖν τὸ λεχθὲν οἱ πολῖται ἔγνωσαν ὅτι τὸ πάλαι δωρηθὲν ἡμῖν ὕδωρ τῇ τῆς νεφέλης ὑπηρεσίᾳ, τοῦτο ὑπῆρχεν τὸ παρὰ τοῦ ἀνθρώπου ἀπαγγελθέν. καὶ ταχὺ ἐκδραμόντες ἐνταῦθα τὰ ρηθέντα ἐμήνυσαν.

23. [Ἐπίλογος] Σὺ μὲν οὖν, ὦ πάτερ Θεόγνιε, τὴν πολύμοχθον καὶ ναυαγίων καὶ μερίμνης ἁπάσης ἀνάμεστον θάλασσαν καταλιπών, ἐντός τε τῆς ἀθορύβου ἐκείνης διαγωγῆς γενόμενος ἀκηράτοις εὐφροσύναις καί χαρμο¬ναῖς ἀλήκτοις ἐπαναπαύῃ λοιπὸν εἰς ἀπεράντους αἰῶνας. Ἡμεῖς δὲ ἔτι πλέοντες τὸ πέλαγος τῆς ἀνθρωπίνης ζωῆς, τοῦ θορύβου καὶ τοῦ σάλου καὶ τῆς ἅλμης τῶν τοσούτων κυμάτων πεῖραν καθ᾽ ἑκάστην λαμβάνομεν, καὶ τέως οὐκ οἴδαμεν ποταπὸν τὸ τέλος τοῦ βίου εὑρήσομεν. εὐσεβῶς ἄρα καὶ δικαίως πράττοντες εὑρεθησόμεθα τότε; ἢ τἀναντία τῇ ἀρετῇ καταληφθησόμεθα ὑπὸ τῶν τὴν ψυχὴν ἀπαιτούντων φρικωδεστάτων ἀγγέλων; Ὢ τῆς ματαιοπονίας τοῦ παρόντος αἰῶνος, ὢ τῆς ἡδονῆς τῆς πασῶν τῶν ὀδυνῶν πεπλη-ρωμένης, ὢ τῆς ἀπάτης καὶ τοῦ πολλοῦ καταγέλωτος. Ἀμελοῦμεν τῆς πανευφήμου καὶ ἐνδόξου ἀρετῆς, καὶ περὶ τὰ στάσιν οὐκ ἔχοντα, ἀλλὰ λυθησόμεθα πάντως κεχηνότες ἑκουσίως πλανώμεθα. Θεόγνιος ἐκ τετραπέδων ἀρετῆς λίθων πόλιν ἑαυτῷ εἰς οὐρανὸν ᾠκοδόμησεν, ἡμεῖς δὲ ἐκ τετραγώνου κακίας καὶ λογισμῶν παντελῶς ἀμεταστρόφων πρὸς τὸ συμφέρον καὶ ἀκινήτου καθόλου καταγώγιον ὧδε τῇ τοῦ ἐχθροῦ φαυλότητι κτίζομεν. Πλούτου γὰρ φίλοι καὶ κρότων τῶν ἀστικῶν καὶ τῶν ρευστῶν πραγμάτων γεγονότες, τῆς τῶν κρειττόνων ἀγάπης ἀλλοτρίους καὶ ξένους ἑαυτοὺς κατεστήσαμεν. Ἀργολόγοι τυγχάνομεν καὶ ὀκνηροί, γογγυσταὶ καὶ μεμψίμοιροι. Κοσμικά τις καὶ αἰσχρὰ διηγεῖται μηδ᾽ ὅλως τὴν ψυχὴν ὠφελοῦντα, μᾶλλον δὲ καταβλάπτοντα, καὶ χάσκοντες ἅπαντες τὴν ἀκοὴν τοῖς πονηροῖς ρήμασι προθύμως παρέχομεν ἐν τῷ κακῷ νήφοντες. Λόγον δέ τις ἐπιστροφῆς καὶ σωτηρίας πολλάκις προτίθησι, καὶ τέσσαρας ἢ πέντε χάσμας ἀπολύσαντες, καὶ ἦχον ἐκ στόματος καθάπερ οἱ κάμηλοι ὁμοῦ συνεκπέμψαντες τοῖς τε οἰκείοις ὄνυξι τὸν πώγωνα ξέσαντες ὕπνῳ βαθεῖ καὶ γείτονι θανάτου ἑαυτοὺς παραπέμπομεν, τὰ ὦτα τῆς καρδίας ἀσφαλῶς βύσαντες μήπου ρῆμα ψυχωφελὲς διαλαθὸν εἰς τὸ τῆς διανοίας ταμιεῖον παρεισέλθῃ. Παιδεύει ἡμᾶς διὰ τῶν ἐπιφορῶν, καὶ γινώσκειν οὐ θέλομεν· βαρβάρων δὲ ἐπιδρομαὶ κατὰ τόπους γινόμεναι ἀπηγγείλησαν ἡμῖν, καὶ ἡμεῖς ἀγνοεῖν προσποιούμεθα· πλουσίων καὶ περιφανῶν ἀνδρῶν καὶ τῶν τῆς δόξης τοῖς βασιλεῦσιν ἐξισουμένων σχεδὸν μεταβολαὶ καὶ καταστροφαὶ καὶ ἀναιρέσεις γεγένηνται, σεισμοὶ καὶ ἐμπυρισμοί, ἀναβρασμοὶ καὶ καταπτώσεις διαφόρων πόλεων. Διὰ τῶν ταῦτα παθόντων ἡμᾶς τοὺς ματαίους Θεοῦ φοβῆσαι θέλοντος, καὶ ἡμεῖς μᾶλλον καὶ μᾶλλον ἀφοβίαν νοσοῦντες, ἀδιόρθωτοι μένοντες τὴν ἑαυτῶν κακίαν ἐπαύξομεν. Μή, παρακαλῶ καὶ ἱκετεύω, μὴ τοιαύτῃ προθέσει ἐναποθάνωμεν, μὴ τῇ ἀχρήστῳ συνηθείᾳ καὶ τῇ χαυνώσει τῶν λογισμῶν ἕως τέλους ἐναπομείνωμεν, ἀλλὰ πρὸς καλλίστην καὶ στερρὰν καὶ τῷ καλέσαντι Θεῷ ἀρέσκουσαν πολιτείαν τὸν βίον μεταθῶμεν ἑαυτῶν, ἵνα μή, ἄλλων εἰς οὐρανόν ἀνιπταμένων ἀγγελικῶς, ἡμεῖς ἐλεεινῶς καθελκυσθῶμεν εἰς τὴν ἄβυσσον τοῦ πυρός.

24. Σκοπήσωμεν ἀκριβῶς τά τε ἤδη γενόμενα καὶ τὰ νῦν γινόμενα καὶ τὰ γενησόμενα· ἀκρίδος καὶ βρούχου τοσαῦτα στρατόπεδα τῆς γῆς τά ἐκφόρια σφοδρῶς κατηνάλωσεν, ἐκλείψεις πηγῶν καὶ ὄμβρων ἀναστολαί, λιμοὶ καὶ λοιμοί, καὶ θνήσεις ἀνθρώπων καὶ τῶν κτηνῶν, καὶ ἵνα συνελὼν εἴπω, μυρία εἴδη μαστίγων θεηλάτων ἡμῖν ἐπηνέχθη, καθάπερ τοῖς Αἰγυπτίοις ποτέ, ὅπως δειλιάσαντες ἢ ἐντραπέντες πρὸς μετάνοιαν κλίνωμεν, καὶ τὰ ἑαυτῶν θεραπεύσωμεν τραύματα. Καί ἡμεῖς σκληροκάρδιοι ὄντες κατανυγῆναι κἂν πρὸς μικρὸν γοῦν οὐ θέλομεν, οὔτε εἰς τὸ βέλτιον μεταβαλεῖν τὴν κακὴν συνήθειαν ἐν ᾗ προσελήφθημεν. Ἀλλὰ κατὰ τρεῖς τρόπους τοὺς χοίρους μιμούμεθα· καὶ νῦν μὲν τοὺς ὀφθαλμοὺς τῆς καρδίας μύσαντες καὶ τὸν φραγμὸν διακόψαντες τῶν θείων ἐνταλμάτων παραβάται κρινόμεθα, τὰ παρόντα ποθοῦντες, τῶν μελλόντων οὐδὲ μνήμην λαμβάνειν ἐθέλοντες· νῦν δὲ τοῖς βορβόροις τῆς φιλοπραγμοσύνης, φιλαυτίας τε καὶ τῆς φιλονεικίας ἡδέως ἐγκαλινδούμεθα, διὰ παντὸς δὲ τοῦ ζῆν εἰς οὐρανὸν τῆς ψυχῆς τὸ ὄμμα μὴ βουλόμενοι ἆραι, μήτε τι τῶν οὐρανίων μυστηρίων λογίσασθαι ἀνεχόμενοι, ἀλλὰ τοῖς γηΐνοις ἐνασχολούμενοι πάντοτε καὶ πρὸς τὰ χαμαίζηλα νενευκότες, ἀθλιώτεροί τε τῶν προλεχθέντων χοίρων καὶ ἐλεεινότεροι φανησόμεθα τάχα, εἴπερ ἐκεῖνοι μὲν μετὰ θάνατον οὔτε ἀναστάσεως τεύξονται οὔτε εἰς κρίσιν πορεύσονται· οὐαὶ δὲ ἡμῖν τοῖς λόγῳ μὲν τιμηθεῖσι, καὶ ἐπαγγελίας μεγάλας εἰληφόσι, καὶ πρὸς αἰῶνας κληθεῖσι καὶ πρὸς ζωὴν ἀγγέλων [...] ἀλογίας σπεύδουσιν ἀτιμωτέρους ὀφθῆναι. Τοῦ Θεοῦ καταφρονοῦμεν ἀσυμπαθεῖς ὑπάρχομεν, τοὺς ἀγχομένους, ὑπερορῶμεν, εὐχῶν ἀπερισπάστων καὶ ψαλμῳδιῶν ἀμελοῦμεν, πιστοὶ προσαγορευόμεθα, καὶ τῶν ἀπίστων τὰ πράγματα πράττομεν. Ὅταν ἀκούσῃς ὅτι τινὲς ἄνθρωποι συμφοραῖς ἀνηκέστοις ἐνέχονται, μὴ λέγε ὅτι αὐτοὶ μόνοι ἥμαρτον, καὶ διὰ τοῦτο τὰς δίκας διδόασιν, ἐννόησον δὲ μᾶλλον ὅτι διὰ σὲ πολλάκις ἐκεῖνοι παιδεύονται ἵνα σὺ τὰς ἐκείνων πληγὰς ἀκούσας ἀπλήκτως σωφρονισθῇς, αὐτὸς δὲ παντελῶς οὐ στενάξαι βούλει. Ἐν ἐρήμῳ κάθημαι καὶ ὁ νοῦς μου τὰς πόλεις ἐποπτεύει, πραγματείας ἐννοεῖ καὶ ἐμπορίας τινάς, ρύμην ἐκ ρύμης μεταλλάττει καὶ συντυχίας ποιεῖται. Εἰσῆλθον εἰς ἐκκλησίαν χάριν πλημμελημάτων δέησιν προσκομίσαι, χρὴ δὲ τὸν διὰ προσευχῆς Θεῷ προσεγγίζοντα μηδὲν ὅλως ἐννοεῖν τῶν ἐν τῷ κόσμῳ πάντῃ· ἐγὼ τοίνυν ὁ ἀδόκιμος δοῦλος, ἡνίκα προσηυχόμην, δέον ἐμφόβως καὶ νηφόντως ἐκπέμψαι πρὸς ὕψος τὴν ἔντευξιν, τὰς κρεμαμένας κανδήλας καὶ τοὺς θρόνους τοὺς ἐν τῷ εὐκτηρίῳ ἠρίθμησα, τὰς σανίδας τῆς στέγης σὺν ταῖς ὑπ᾽ αὐτὰς δοκοῖς ἀκριβῶς ἐμέτρησα καὶ τῆς οἰκοδομίας τῶν τεσσάρων τοίχων τοῦ οἴκου τῆς προσευχῆς τὸν ποδισμὸν εἰς δακτύλους ἀνέλαβον, καὶ τῆς εὐχῆς τὸ κέρδος καταλιπὼν τοῦ κακοῦ περισπασμοῦ τὸ βλάβος ἐτρύγησα. Τίς ἄρα μὴ κλαύσῃ, τίς ἄρα μὴ θρηνήσῃ τὸν νυσταγμὸν τῆς παναθλίας ψυχῆς;

25. Ἀλλ᾽ ἵνα μὴ τὴν παροῦσαν διήγησιν ἄγαν ἐκτείνας ἴσως καὶ εἰς ἀγανάκτησιν κινήσω τοὺς παρόντας, παύσομαι μὲν τῆς δημοσιεύσεως τῶν τῆς ψυχῆς ρεμβασμῶν, ἐμαυτὸν καὶ τοῖς κατ᾽ ἐμὲ παρεὶς ὑπὸ τοῦ ἰδίου συνειδότος ἀρτίως ἐλέγχεσθαι· πρὸς σὲ δὲ λοιπὸν τὸν κάλλιστον ποιμένα, ὦ στεφανῖτα καὶ θεοφόρε Θεόγνιε, μεταστήσω τὸν λόγον. Ἤκουσα ἐγὼ πολλάκις ἐν τῇ γραφῇ πλουσίου τινὸς ἐλεεινῶς λέγοντος. Πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ ἀπόστειλον Λάζαρον ἵνα βάψῃ εἰς ὕδωρ τὸν δάκτυλον καὶ καταψύξῃ μου φλεγομένην τὴν γλῶσσαν· ἀλλὰ τῆς αἰτήσεως οὐδαμῶς ἔτυχεν· ἤδη γὰρ ὑπεξελθὼν ὑπῆρχε τῶν ἀνθρωπίνων πραγμάτων· μετὰ δὲ τὴν τοῦ βίου ἔξοδον, ἄπρακτος ἡ μετάνοια, τῆς γὰρ φιλανθρωπίας ἡ θύρα τοῖς μεταμεληθῆναι ὧδε μὴ βουληθεῖσιν εὐθέως ἀποκλείεται. Ἐγὼ τέως τὸ τοῦ πνεύματος μὴ ἀπαιτηθεὶς χρέος, ἀλλ᾽ ἔτι τῆς ψυχῆς ἐν τούτῳ τῷ φθαρτῷ κατασκηνούσης σκήνει, ἂν ρήξω φωνὴν ὀδυρμοῦ ἐλεηθῆναι νομίζω. Πάτερ Θεόγνιε, ἐλέησόν με τὸν πρὸ τῆς ἐρχομένης ὀργῆς τῇ τῶν πταισμάτων φλογὶ ἱκανῶς φλογισθέντα, ἐλέησόν με καὶ δυσώπησον ὑπὲρ ἐμοῦ τὸν Κύριον πιστεύω γὰρ ὅτι λήψῃ τὸ αἴτημα παρὰ τοῦ ἐκεῖ ἀεὶ κράζοντος καὶ λέγοντος· αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.

Ἐὰν δὲ μὴ τολμᾷς μόνον προσελθεῖν τῷ δεσπότῃ, παράλαβε μετὰ σοῦ, πάτερ, τοὺς ἁγίους ἅπαντας τοὺς φιλοῦντάς σε καὶ ἅμα αὐτοῖς τὴν ὑπὲρ ἡμῶν τῷ εὐσπλάγχνῳ βασιλεῖ πρεσβείαν προσάγαγε· συμπαθοῦσι γὰρ οἱ δίκαιοι καὶ πάνυ συμπαθοῦσι τοῖς σάρκα περιβεβλημένοις, ὡς καὶ αὐτοὶ πρῴην ἐν σαρκὶ γεγονότες. Ὁρᾷς ἡμᾶς διὰ παντός, ὦ πάτερ Θεόγνιε, φροντίζεις ἡμῖν ἀεί, κοῦφος νῦν τυγχάνεις τὸν τῆς σαρκὸς ἀποθέμενος γνόφον καὶ γόμον, ὑπέρβηθι τὸ μεταξὺ τῶν ζώντων καὶ τῶν νεκρῶν ἐστηριγμένον χάος. Ἐλθὲ πρὸς ἡμᾶς ἱπτάμενος ταῖς τῆς ἀρετῆς ἧς πάλαι κατώρθωσας πτέρυξι, κομίζων ἡμῖν τὰ θεῖα δωρήματα, γύμνωσον ἡμᾶς τοῦ πλούτου τῆς κακίας, ἔνδυσον ἡμᾶς κατὰ τὸ ἀόρατον ἐξαστραπτούσας στολάς, ἅσπερ ἡ τοῦ κρείττονος ἐξυφαίνει παντοδύναμος χάρις παρ᾽ ὑμῶν αἰτουμένη. Εἷς σου σπινθὴρ προσευχῆς ἀφάτου θημωνίας[64] ἁμαρτημάτων τεφρῶσαι δυνήσεται, καθαρισθείημεν τοῦ ρύπου τῶν σφαλμάτων, διορθωθείημεν καὶ σωθείημεν σαῖς εὐχαῖς ὁσίων τε καὶ πάντων τῶν ἐκλεκτῶν, ἵνα σχῶμεν ἀπολογίαν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ, ὅτ᾽ ἂν ἔλθῃ ὁ Θεός ἐν μυριάσιν ἀγγέλων κρῖναι κρίσιν δικαίαν καὶ τοῖς μὲν εὐσεβέσι τῆς ἑαυτοῦ βασιλείας τὰς πόλεις ἀναπετάσαι, τοῖς δὲ ἁμαρτωλοῖς, οἵτινες μέχρι θανάτου μετανοῆσαι οὐκ ἠθέλησαν, τοὺς καταρράκτας καὶ τὰς πηγὰς τοῦ πυρὸς ἐξομβρίσαι, ὅτι αὐτῷ πάντων ἡ ἐξουσία καὶ αὐτῷ πρέπει καὶ ἐποφείλεται ἡ παρὰ πάντων προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Παναγίῳ Πνεύματι νῦν καὶ ἀεί.

ΥΠΟΜΝΗΜΑ
(παραλλαγαὶ ἐν τῷ κειμένῳ τοῦ Κώδικος)
[1] Cod. δοξάσουσι. [2] Cod. ὑφήλιων. [3] Cod. ἠρυθροδανομένα. [4] Cod. ἐκκλησίαις. [5] Cod. καταλειπών. [6] Cod. δαψηλέσι [7] Cod. ἐξηυμερίζετο. [8] Cod. κοπίεσθαι [9] Cod. ἀπό. [10] Cod. λίαν. [11] Cod. στοιγνάζειν. [12] Cod. πνευμάτικα. [13] Cod. ἐλώμενος. [14] Cod. κτήσασα [15] Cod. Γεθσιμανῆ [16] Cod. τῷ τὸ μοναστήριον. [17] Cod. ἰδρύσθεντι. [18] Cod. δράσει. [19] Cod. ἐννοήσει. [20] Cod. ζητήσεις [21] Cod. ἐκφοίματα [22] Cod. ὀρινή. [23] Cod. εἰώθη. [24] Cod. ἐνόχλει. [25] Cod. συνηλῆξαν. [26] Cod. ἀπτωήτου. [27] Cod. αὐτω. [28] Cod. κοίλικι. [29] Cod. φοβηθείς. [30] Cod. ἐκείνῳ. [31] Cod. Βητυλίῳ. [32] Cod. μηλίοις. [33] Cod. ποθινῶς. [34] Cod. προσκρούει. [35] Cod. καλόγηρως. [36] Cod. μανδήλιον. [37] Cod. συμπηγέντων. [38] Cod. ὧν δῆ τρόπων. [39] Cod. ἀμυθίτους. [40] Cod. μαγγανίας. [41] Cod. μετόπῳ. [42] Cod. προσρράξεως. [43] Cod. θάλλασα. [44] Cod. τοῦτο. [45] Cod. τεθεῖναι. [46] Cod. ἐκφέρῃ. [47] Cod. ἤρξατο. [48] Cod. πετωμένη. [49] Cod. ὑπό. [50] Cod. ἀρέσει. [51] Cod. σαρκεῖον. [52] Cod. κενοθῇ. [53] Cod. ξενητειαν. [54] Cod. τοιχορυχήσαντας. [55] Cod. οἰμογάς. [56] Cod. κινδυνεῦσαι. [57] Cod. ὑβρισθῆς. [58] Cod. ὕβρις. [59] Cod. χαρίσομαι. [60] Cod. δρομαῖως. [61] Cod. τό. [62] Cod. ὤμνυσιν. [63] Cod. κατόπην. [64] Cod. θημονίας.





Print-icon 

Login-iconLogin
active³ 5.4 · IPS κατασκευή E-shop · Όροι χρήσης