ΓΝΩΣΤΙΚΟΙ - ΓΝΩΣΤΙΚΙΣΜΟΣ

Μερος Ε'

ΜΕΣΑΙΩΝΙΚΟΣ ΓΝΩΣΤΙΚΙΣΜΟΣ

ΠΑΡΑΡΤΗΜΑ

1. Καταδίκη των Μεσσαλιανών από την Γ' Οικουμενική Σύνοδο.

Ὅρος τῆς αὐτῆς ἁγίας καί οἰκουμενικῆς Σνόδου τῆς ἐν Εφέςῳ
κατά τῶν δυσσεβῶν Μεσσαλιανιτὼν
ἤ γοῦν Εὐχιτῶν

Συνελθόντες ἐφ' ἡμῶν οἱ εὐλαβέστατοι καί θεοφιλέστατοι ἐπίσκοποι Οὐαλεριανός καί Ἀμφιλόχιος καί σκέψιν προθένετες κοινήν περί τῶν λεγομένων ἐν τοῖς τῆς Παμφυλίας μέρεσι Μεσσαλιανιτῶν εἰτ' οὖν Εὐχιτῶν ἤ γοῦν Ἐνθουσιαστῶν εἴτε ὁπωσοῦν ἡ μιαρωτάτη τῶν μνημονευθέντων αἵρεσις σαφηνισθείη, ἡμῶν δέ διασκοπούντων, προσεκόμισεν ὁ εὐλαβέστατος καί θεοσεβέστατος επίσκοπος Οὐαλεριανός χαρτίον συνοδικόν περί τούτων αὐτῶν συνταχθέν ἐν τῇ μεγάλῃ Κωνσταντινουπόλει ἐπί τῆς μακαρίας μνήμης Σισιννίου˙ ὅ καί ἀναγνωσθέν ἐπί πάντων ἔδοξεν εὖ πεποιῆσθαι καί ὀρθῶς ἔχειν. καί συνήρεσεν ἅπασιν ἡμῖν και τοῖς θεοφιλεστάτοις ἐπισκόποις Οὐαλεριανῷ καί Ἀμφιλόχιῷ καί πᾶσι τοῖς τῶν Παμφύλων καί Λυκαόνων ἐπαρχιῶν εὐλαβεστάτοις ἐπισκόποις τά ἐν τῷ συνοδικῷ χαρτίῳ τυπωθέντα κρατεῖν ἅπαντα καί κατά μηδένα τρόπον παραβαίνεσθαι αὐτά, βεβαίων ὄντων δηλαδή καί τῶν πεπραγμένων ἐν Ἀλεξανδρίαι, ὥστε τούς ὄντας κατά πᾶσαν ἐπαρχίαν τῆς Μεσσαλιανῶν ἤ γοῦν Ἐνθουσιαστῶν αἱρέσεως ἤ καί ἐν ὑποψίαις τῆς τοιαύτης νόσου γεγενημένους, εἴτε κληρικοί εἰεν εἴτε λαικοί, μεθοδεύεσθαι, καί αναθεματίζοντας κατά τά ἐν τῷ μνημονευθέντι συνοδικῷ διηγορευμένα ἐγγράφως, μένειν τούς μέν κληρικούς ἐν τῷ κλήρῷ, τούς δέ λαικούς ἐν τῇ κοινωνίᾳ τῆς Ἐκκλησίας˙ ἀνανεύοντας δέ προς τοῦτο καί μή ἀναθεματίζοντας, τούς μέν πρεσβυτέρους καί διακόνους καί τούς ἕτερον τινα βαθμόν ἔχοντας ἐν ἐκκλησίαις ἐκπίπτειν καί κλήρου καί βαθμοῦ καί κοινωνίας, τούς δέ λαικούς ἀναθεματίζεσθαι˙ μοναστήρια δέ μη συγχωρεῖσθαι ἔχειν τούς ἐλεγχομένους ὑπέρ τοῦ μή τό ζιζάνιον ἐκτείνεσθαι καί ἰσχύειν˙ πράττεσθαι δέ ταῦτα παντί σθένει χρωμένων τῆς ἐπί τούτων σπουδής αὐτῶν τε τῶν θεοφιλεστάτων ἐπισκόπων Οὐαλεριανοῦ καί Ἀμφιλοχίου καί τῶν κατά πᾶσαν τήν ἐπαρχίαν εὐλαβεστάτων ἐπισκόπων. συνήρεσε δέ προς τούτοις ἀναθεματισθῆναι τό βιβλίον τό προφερόμενον τῆς μιαρᾶς ἐκείνης αἰρέσεως τό λεγόμενον παρ' αὐτοῖς Ασκητικόν, τό προσκομισθέν παρά τοῦ εὐλαβεστάτου καί θεοφιλεστάτου ἐπισκόπου Οὐαλεριανοῦ, ὡς παρά τῶν αἱρετικῶν ἐκτεθέν, καί εἴ τι ἕτερον σύνταγμα τῆς ἐκείνων ἀνοσιότητος εὑρίσκοιτο παρά τισι, καί τοῦτο εἶναι ἀνάθεμα. ἐπί τούτοις ἀλλήλοις συμβεβηκότων τότε εἰς ὁμοψυχίαν καί κοινωνίαν καί διάθεσιν, ἀναγκαῖον ἦν ἐγγράφως τά δόξαντα φανερά καταστῆσαι˙ εἰ δέ δή τις γένηται ζήτησις περί τούτων ἐν τῷδε τῷ πράγματι αὐτοῖς τε τοῖς θεοσεβεστάτοις ἐπισκόποις Οὐαλεριανῷ καί Ἀμφιλόχιῳ καί τοῖς κατά πᾶσαν τήν ἐπαρχίαν εὐλαβεστάτοις ἐπισκόποις καί εἴ τι δόκειεν ἀνακύπτεν τῶν δυσχερῶν ἤ ἀμφισβτήσιμων, εὖ ἔδοξεν ἔχειν παραληφθέντων τῶν θεοσεβεστάτων ἐπισκόπων ἤ Λυκίων ἤ Λυκαόνων, οὐκ ἀπολιμπανομένου τοῦ μητροπολίτου ἦς ἀν ἕλοιντο ἐπαρχίας, εἰς τύπον ἀνάγεσθαι τόν δέοντ διά τῆς αυτῶν μεσιτείας τά κινούμενα.

***

2. Καταδίκη Ελευθερίου Παφλαγόνος από την σύνοδο του 1030 επί πατριάρχη Αλεξίου στην Κωνσταντινούπολη

Ι. Ἴσον κρίσεως συνοδικῆς ἐπί τοῦ κυροῦ Ἀλεξίου τοῦ πατριάρχου περί τῆς αἱρέσεως Ἐλευθερίου τοῦ ἀπό Παφλαγονίας.

Τῆς καθ' ἡμῶν τυραννίδος λυθείσης καί εἰδωλολατρίας καταλυθείσης καί τοῦ τῆς θεοσεβείας κηρύγματος πανταχοῦ τῆς οἰκουμένης κατασπαρέντος, τῆς πρώτης ἐπιχειρήσεως ἀποτυχών ὁ κοινός τοῦ ἀνθρωπείου πολέμιος γένους ἐφ' ἕτερόν τι μεταβέβηκε πανουργίας μηχάνημα. Εἰδώς γάρ ὅτι τοῖς ἅπαξ γευσαμένοις θείας γλυκύτητος καί ἐπιγνοῦσι Θεόν ἐπαχθές άποστῆναι τῆς ἐκείνου ὁμολογίας, προσχήματι εὐσεβείας καί τῆς τῶν θείων γραφῶν γνώσεως, μυρίας πλάνας καί δόξας τοῖς ἀπό Χριστοῦ καλεῖσθαι ἡξιωμένοις ἐνεποίησε καί τό καλόν τῆς ἐκκλησίας σῶμα κατέτεμεν, ὡς συμβῆναι, ἀντί τοῦ καλεῖσθαι ἀπό Χριστοῦ, τῆς πρώτης κεφαλῆς, δι' οὖ τῶν δεσμῶν τῆς ἁμαρτίας ἐλύθημεν, ἐξ ἀνθρώπων ἀνοήτων καί τῶν οἰκείων θελημάτων καί ἡδονῶν κατόπιν πορευθέντων ὀνομάζεσθαι. Ἐντεῦθεν Σίμωνες καί Μαρκίωνες, Οὐαλεντιανοί τε καί Ἐβίονες καί ἡ τῶν Μανιχαίων μιαρά καί βδελυρά αἵρεσις, ἧς πονηρόατον ἔκγονον καί ἡ τῶν Μασσαλιανῶν κακόδοξος πλάνη, πάντη χωρίζουσα Θεοῦ τούς ταύτη κατεχομένους, οὐ μόνον ὅτι καί τῆς μανιχαϊκῆς ἀθεΐας τούτους μετόχους ποεῖ, ἄλλ' ὅτι καί προσεξεῦρε τούτοις καί ἕτερα μιαρώτερα˙ τόν τε γάρ νοῦν τῶν ἀνθρώπων κατέχεσθαι παρά τοῦ Σατανᾶ καί τῶν ἀγγέλων αὐτοῦ, καί τήν φύσιν τούτων κοινωνικήν εἶναι τῶν πνευμάτων τῆς πονηρίας. Ἀλλά καί ὁ Σατανᾶς φησι, καί τό ἅγιον Πνεῦμα ἐν ἑκάστῳ ἀπαραχωρήτως οἰκοῦσιν ἀνθρώπῳ˙ δι' ὅ οὔτε ἅγιον βάπτισμα τελειοῖ τόν ἄνθρωπον οὔτε ἡ τῶν θείων μυστηρίων μετάληψις τοῦ δεσποτικοῦ σώματος, ἀλλ' ἡ μόνη παρ' αὐτοῖς σπουδαζομένη εὐχή. Καί τί ἄν πάντα τά ἐκείνων ληρήματα καταλέγοιμι; Φείδομαι γάρ χραίνειν τάς τῶν ευσεβῶν ἀκοάς, ἐπεί καί φύσει τά κακά ἐν τῷ ἀνθρώπῳ φασί, καί τοιαύτην εἶναι τήν αἴσθησιν τῆς κοινωνίας τοῦ οὐρανίου νυμφίου τῇ ψυχῇ ὁποίας ἄν καί γυνή αἴσθητο ἐν τῇ κοινωνίᾳ τοῦ ἀνδρός. Ἀλλά τί ταῦτα προς τάς λοιπάς βλασφημίας καί μυσαρίας;Τόν τε γάρ τίμιον σταυρόν βδελύττονται, καί τήν ἁγίαν θεοτόκον οὐ τιμῶσι – τόν γάρ Χριστόν μή ἐξ αὐτῆς σαρκωθῆναι λέγουσι - ˙ τούς τε βουλομένους τῶν ἰδίων μαθητῶν ἀποτέμνειν ἐπιτρέπουσιν ἑαυτούς ὀμνύναι τε ἀδεῶς καί ἐπιορκεῖν καί ἀναθεματίζειν ὑπούλως τήν αἵρεσιν αὐτῶν ὅτε βιάζοιντο, καί ἄλλας δέ τινάς ἀρρητοποΐας καί αἰσχρουργίας ἅς εἰδεῖεν ἄν τις οἱ τά ἐκείνων τετελεσμένοι. Μηδέ γάρ ἔλθεοι τούτων εἰς πεῖράν ποτέ τις πιστῶν, μηδέ συναρμοσθείη τις μέχρις ὁρμῆς καί κινήματος.

Ταύτης τῆς πλάνης μετέσχε πλουσίως καί Ἐλευθέριος, Ὅς ἐκ τῆς τῶν Παφλαγόνων ὥρμητο χώρας. Ἐπεχωρίασε δέ, ὡς μή ὤφειλε, τῇ τῶν Λυκαόνων ἐπαρχίᾳ, καί τούς ἁπλουστέρους ἀπατήσας, καί τόν λύκον τῷ κωδίῳ περικαλύψας, καί εὐλαβής εἶναι πιστευθείς πειθηνίους ἔσχε πρός ἅπαντα. Ἔνθεν τοι καί μοναστήριον συστησάμενος ὁ Μωρόκαμπος ὠνόμασται – μωράς γάρ κεφαλάς ἐκτρέφει καί τοῦ ἐναντιου πνεύματος ὑποπίμπλησι˙ κάπις γάρ ἡ κεφαλή παρά Ῥωμαίοις, καί κάπος τό πνεῦμα – τούς φοιτῶντας ὑποδεχόμενος πρός ἀπωλείας κατῆγε βάραθρον. Καί ἠγνοήθη μέν ἐπί πολύ, οὐ μην εἰς τέλος διέλαθεν˙ ἐγνώσθη τε γάρ τοῖς τῆς ἐκκλησίας προβολοῖς, καί τῆς κοινωνίας κεχώριστο, διότι πρός τήν σύνοδον μετακληθείς φυγάς ὤχετο. Οὗτος τοίνυν ταῖς τῶν Μασσαλιανῶν μυσαρίαις προσεξεῦρε καί ἕτερα αἰσχρουργήματα. Νενομοθέτηκε γάρ τόν μοναχόν δυσί συνευνάζεσθαι γυναιξί, καί χρόνον ἕνα ἐγκρατῶς ζῆν τόν τά ἐκείνου τετελεσμένον, καί τό ἐντεῦθεν ἀδεῶς χρῆσθαι ταῖς ἡδοναῖς καί ταῖς μίξεσι, διαστελλοντα μεταξύ συγγενίδων καί τῶν ἔξωθεν οὐδαμῶς˙ ἀδιάφορον γάρ εἶναι τοὖτο, καί οὐ κεκωλυμένον παρά τῆς φύσεως. Ὅθεν, οἶμαι, καί τοῦς πολλούς ἐφελκύσατο διά τό ἄνετον καί πρός ἡδυπαθείας ἐλεύθερον. Ἀλλ' ὁ μέν τάς ἁμαρτίας ἔχων προδήλους καί προαγούσας εἰς κρίσιν, οὐ μόνον δε, ἀλλά καί ἐπακολουθούσας αὐτῷ, χωρεῖ πρός τά ἐκεῖθεν δικαιωτήρια˙ οἱ δέ τῆς ἐκείνου λύμης σπασάμενοι ἀδιόρθωτοι μεμενήκασι, καί τοι ἔδοξαν μεταβαλεῖν τόν τρόπον ἐπί Πολυεύκτου τοῦ μακαριωτάτου πατριάρχου καί Φωκᾶ τοῦ ἱερωτάτου μητροπολίτου Ἰκονίου, λίβελλον δόντες καί μεθ' ὑποκρίσεως τήν πλάνην ἐξομοσάμενοι, ὡς αὐτό ἐκεῖνο φαίνεται διαλαμβάνον τό τηνικαῦτα ἀπολυθέν ὑπόμνημα καί ὁ λίβελος.

Ἀλλ' ἔμεινεν ὁ Αἰθίοψ μετά τήν ἔκπλυσιν, καί ὁ καρκίνος πρός πορείαν λοξός, καί ὁ χαμαιλέων ἀμέτοχος τῆς λευκότητος, κἄν πάσας τάς λοιπάς χρόας εὐχερῶς μιμεῖται καί περιτίθεται. Καί οὗτοι πρός ὀρθοδοξίαν καί θεοσέβειαν ἀμετάβλητοι˙ ἐκεῖνόν τε γάρ περιεῖπον, καί μετά θάνατον ἔνδοθεν τοῦ ναοῦ θάψαντες, καί ὕμνους εἰς αὐτόν συνθέντες ᾖδον, καί εἰκόνας αὐτοῦ ἐτίμων, καί τούς πολλούς ἔπειθον τοῦτον σέβεσθαι, ἕως Κωνσταντίνος ὁ θεοφιλέστατος μητροπολίτης Σίδης, ἱερός καί λόγιος ἀνήρ καί ζηλωτής καλῶν ἔργων, τήν πλάνην τούτων φωράσας ἐπί τό συνοδικόν αὐτούς δικαιωτήριον εἵλκυσε καί διήλεγξε, τάς αθέσμους αὐτῶν πράξεις παραγυμνώσας τῷ λόγῳ.

Ἔφησε γάρ ὥς ποτε θνήσεως ἐπιγενομένης τοῖς ἀλόγοις ζώοις, μοναχός τις, ὁ τῆς αἱρέσεως ταύτης διδάσκαλος, ἀσχάλλουσι τοῖς ἀγροίκοις καί λυπουμένοις, ἐπί τῇ τῶν κτηνῶν ἀπωλείᾳ συνεβούλευσε – τῆς ἀνοχῆς σου, Χριστέ – τόν τίμιον σταυρόν ἐπί ταῖς διεξόδοις τῶν ἐπαύλεων θεῖναι καί ὑπ' αύτῶν καταπατηθῆναι ποιῆσαι, ὡς οὕτω λῆξαι μελλούσης τῆς θεηλάτου μάστιγος. Οὖ καί γενομένου, ἄρδην ἀπώλοντο ἅπαντα, τῆς θείας δίκης ἐνταῦθα μή ἀνασχούσης ἔνθα πολλοῖς ἔμελλεν ἡ ἀνοχή βλάβην ἐπενεγκεῖν. Καί τισιν δέ ἀροτριῶσι δυσί ἐντυχεῖν καί διερωτῆσαι εἰ τά τοῦ Ἐλευθερίου ἀσπάζονται δόγματα κἀκεῖνον σέβονται, καί τούτους μάλα προθύμως ὁμολογῆσαι αὐτόν τε τιμᾶν καί τοῖς ἐκείνου ἐγκαλλωπίζεσθαι δόγμασι.

Ἀξιον δέ κἀκεῖνο προσθεῖναι τοῖς εἰρημένοις ὅ Σέργιος ὁ περιφανέστατος πρωτοσπαθάριος καί ἔπαρχος, τούτων ἐξεταζομένων, διηγήσατο. Τάς τοῦ θέματος κρίσεις τῶν Ἀνατολικῶν, φησί διέποντός μου, ὁ ἐπίσκοπος Τζιλούγρων συνήθης μοι ἐγένετο, καί ποτε λόγου κινηέντος περί τούτων, ἐκ μέσης στενάξας καρδίας, ἤρξατο λέγειν οὕτως˙ ἐμοί, φησί, συνήθεια ἐγένετο πρός τόν Νεόφυτον καί συνεχῶς ἐφοίτων πρός αὐτόν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἔν τινι τόπῳ ἡσύχῳ ἀπολαβών με καί κύκλον κατά γῆς διαγράψας μέσον τούτου καθεστῆναι πεποίηκε, καί προετρέψατο τά πεπραγμένα ἐξομολογήσασθαι. Ἐμοῦ δέ ὑπακούσαντος καί τό κελευσθέν πεποιηκότος, οὗτος, ὥσπερ ἔνθους γενόμενος, διανοῖξαί μοι τό στόμα προσέταττεν. Ὡς δέ τήν αἰτίαν ἐζήτουν μαθεῖν, ἀπεκρίνατο˙ἵν' ἐντός τούτου πτύσαντός μου, σωματικῶς θεάσῃ ἐπί σε τό ἅγιον Πνεῦμα ἐρχόμενον. Ἐγώ δέ, τό τοῦ ἐπιτάγματος ἄτοπον μή ἐνεγκών, ἀναστάς καί τά ὦτα συσχών, ὑπεχώρησα τοῦτον καταλιπών. Ταῦτα τοίνυν παρά τοῦ ἐπισκόπου ἀκηκοώς, τήν ἀνασθησίαν τῶν ἀθλίων τεθαύμακα˙ οὗτοι δέ ὐπό τοῦ διαβόλου τούς τῆς καρδίας ὀφθαλμούς τυφλωθέντες οὐ δύνανται διαβλέψαι πρός τό τῆς ἀληθείας φῶς.

Μετά γοῦν τινα χρόνον πρός με Γρηγορίου τοῦ καθηγητοῦ παραγεγονότος καί πρός ὁμιλίανἐλθεῖν ἀξιοῦντος, οὐκ ἠνεσχόμην τοῦτο ποιῆσαι, ἀλλ' ἔφην πρός αὐτόν˙ αἱρετικοῖς ὁμιλε[ν καί χαῖρε διδόναι παρά τῆς ἐντολῆς κεκωλύμεθα˙ ἄπελθε τοίνυν καί τόν ἀρχηγόν ῆς καοδοξίας τῆς ἐκκλησίας ἐκβαλών, ἐν ἐρήμῳ ῥίψον καί πυρί τά βιβλία τά εἰς αὐτόν πεποιημένα παραδός, καί τάς εἰκόνας αὐτοῦ ἀπόξεσον, καί τότε καί ὁμιλίας σε ἀξιώσω καί παρρησίας μεταδώσω καί οὐκέτι ἀποστραφήσομαι. Ὑπέσχετο οὖν ὁ μοναχός προθύμως τοῦτο ποιῆσαι, καί τηνικαῦτα προσηκάμεθα αὐτόν. Ὁ δέ μοναχός Γρηγόριος καί οἱ σύν αὐτῷ πρός ταῦτα ἀντιλέγειν οὐκ εἶχον, κατετίθεντο δέ καί τό λείψανον ἐκείνου ἐν ἑτέρῳ τινί ναῷ μεταθεῖναι ἐν ὄρει τυγχάνοντι, καί τά βιβλία πυρί παραδοῦναι καί τάς εἰκόνας αὐτοῦ διαξέσθαι καί διδασκαλίαν αὐτοῦ ἀποστραφῆναι.

Ἀλλ' ἐπεί μία καί τοῦτό έστιν αὐτοῖς ἐντολή τό καί ἀναθεματίζειν προθύμως ἐν καιρῷ περιστάσεως ὀμνύειν τε ἀδεῶς, καί τό μετάμελον ὑποκρίνεσθαι, ἔδοξε τῇ ἁγίᾳ συνόδῳ καί τοῖς ἐνδοξοτάτοις ἄρχουσι τῆς συγκλήτου ἀπεσταλμένοις παρά τοῦ γαληνοτάτου βασιλέως ἡμῶν, ἤ μεταστῆναι τοῦ μοναστηρίου καί ἐν ἑτέροις ἀποκαταστῆσαι ὀρθοδόξους δηλαδή καί μοναχούς ἔχουσιν ἠ δέξασθαι καθηγούμενον ὀρθόδοξον πρός τό τῆς ἀληθείας φῶς ὁδηγούντα ἀσφαλίσασθαί τε ἐν τῷ εὐαγεῖ χαρτοφυλακείῳ καί τήν πλάνην ἐξομόσασθαι καί ἐπ' ἐκκλησίᾳ τόν Ἐλευθέριον ἀναθέματι καί τά τούτου καθυποβάλειν δόγματα, καί τοῦ εὐκτηρίου τό σῶμα αὐτοῦ εκβαλε[ν καί θάψαι καθά δη νενομισμένον ἐστί. Καί εἴπερ πεῖραν ἀκριβῆ δοῖεν, προίόντος τοῦ χρόνου, τῆς ἑαυτῶν πρός τό βέλτιον ἀλλοιώσεως, δεχθῆναί τε παρά τῆς καθολικῆς ἐκκλησίας καί εἶναι κοινωνικούς, τούτου αὐτοῦ φυλαχθησομένου καί ἐν τοῖς λοιποῖς μοναστηρίοις ἅ κέλλια οὗτοι κατονομάζουσι ἐν διαφόροις ἐπαρχίαις τυγχάνοντα. Μελήσειε δέ περί τούτου τοῖς κατά τόν τόπον θεοφιλεστάτοις μητροπολίταις καί ἐπισκόποις˙ «ὁ γάρ ἐπιστρέψας ἁμαρτωλόν, φησί, ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχήν ἐκ θανάτου καί καλύψει πλῆθος ἁμαρτιῶν». Ἄσμενοι δέ οἱ μοναχοί τά διορισθέντα ἐδέξαντο καί τόν Ἐλευθέριον ἀναθεμάτισαν καί τά έκείνου μυσαρά δόγματα.

Ἐπεί δέ, προφάσει τοῦ δέχεσθαι τούς τῶν μετανοοῦντων λογισμούς, πολλούς έξαπάτησαν καί τῆς λύμης με΄τεδωκαν, μή τοῦ λοιποῦ δέχεσθαι έξαγορείας ὠρίσθησαν, ἀλλά καί τούς τεταριχευμένους ἁγίους νομισθέντας διά τό διαμεῖναι τά σώματα ἀδιάλυτα, εἰς ἀπάτην τῶν ἀπλουστέρων, τῇ γῇ παραδούναι καί μηκέτι τοιοῦτό τι τολμᾶν. Τούς γε μην ἐκ τούτων εἰς ἱερωσύνην ἔρχεσθαι μέλλοντας, μαρτυρίας ἐπ' αὐτοῖς προβαινούσης, κατά τήν τοῦ ἀποστόλου διάταξιν, οὐ μόνον παρά τῶν σύν αὐτοῖς ἀσκουμένων, ἀλλά καί παρά τῶν ἔξωθεν, φανερῶς χειροτονεῖσθαι παρά τοῦ θεοφιλεστάτου ἐπισκόπου Λύστρας - ἐκείνῳ γάρ τοῦτο ἀνατιθέαμεν – πολυπραγμονοῦντος δηλαδή τά περί τοῦ βίου καί τοῦ τρόπου αὐτῶν καί τῆς ὀρθότητος τῶν δογμάτων, καί τοῖς άξίοις εὑρισκομένοις χεῖρας ἐπιτιθέναι καί διδόναι τό τοῖς ἀξίοις εὑρισκομένοις χεῖρας ἐπιτιθέναι καί διδόναι τό τῆς ἱεροσύνης ἀξίωμα. Ταῦτα ἐκρίθη προκαθημένου πατριάρχου καί συνεδριαζόντων αὐτῷ θεοφιλεστάτων μητροπολιτῶν.

(Πηγή: Jean Gouillard, Quatre proces de mystiques a Byzance, έκδοση από τον κώδικα Scorialensis R. I. 15, f 124-128)

***

3. Καταδίκη Θεόδωρου Βλαχερνίτη

Περί τῆς βλασφήμου καί πολυειδοῦς αἱρέσεως τῶν ἀθέων Μασαλιανῶν τῶν καί Φουδαϊτῶν καί Πογομίλων καλουμένων καί Εὐχιτῶν καί Ἐνθουσιαστῶν καί Ἐγκρατιτῶν καί Μαρκιωνιστῶν.


[1] Τοῖς ἐνθουσιῶσι καί διά τινων τῷ δοκεῖν ἐκστάσεων τινάς θεωρίας ὐποκρινομένοις ὁρᾶν καί διά τούτων ἀπατωμένοις καί τούς ἀφελέστερους ἐξαπατᾶν πειρωμένοις, ἀνάθεμα.

[2] Τοῖς τήν ἀκατάληπτον καί ἀνέκφραστον φύσιν ἀπρόσιτον καί ἀνέφικτον καταληπτήν καί ... εἶναι καί λέγουσι καί διδάσκουσι, καί τούς θεσπεσίους πατέρας καί διδασκάλους καί φωστῆρας τῆς ὀρθοδόξου ἡμῶν ἐκκλησίας, οἵτινες ἀκατάληπτον εἶναι ταύτην ἐδίδαξαν, ἀτελεῖς εῖναι φάσκουσι καί εἰς τελειότητα μή φθάσαντας εἰς ἥν αὐτοί φθάσαι μυθεύονται, καταφλυαροῦσιν, ἀνάθεμα.


[3] Τοῖς τό ῥητόν ὅ περί τῆς ἀνωτάτης θείας οὐσίας ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἐν τῷ περί γενεθλίων τοῦ Χριστοῦ λόγῳ ἐνέγραψεν παρεξηγουμένοις ἀνοήτως καί ἀμαθῶς τό φάσκον˙ «νᾦ μόνῳ σκαιγραφούμενος, καί τοῦτο λίαν ἀμυδρῶς καί μετρίως, οὐκ ἐκ τῶν κατ' αὐτόν, ἀλλ' ἐκ τῶν περί αὐτόν», καί ἀλληνάλλως τό μέν «ἐκ τῶν κατ' αὐτόν»ἐκ τῶν κτισμάτων νοοῦσι, καί οὕτως βλασφημοῦσι καί κτίσμα τόν Θεόν λέγουσι, τό δέ «ἐκ τῶν περί αὐτόν», ἐξ αὐτῆς τῆς θείας «οὐσίας» ὁριζομένοις καί οὕτως ἐνάγουσι καταληπτήν τήν ἀκατάληπτόν καί ὑπερούσιον οὐσίαν, καί οὐ μᾶλλον ἀκατανόητον ταύτην καλοῦσι καί ἀποφαινομένοις καί ἀπό μόνων γνωριζομένην τῶν ἐκτός καί περί αὐτήν, ἀνάθεμα.


[4] Τοῖς αἰσθητῶς τό πανάγιον Πνεῦμα μυθευομένοις ὁρᾶν, καί διά τοῦτο τερατευομένοις εἰς τήν θείαν φύσιν ἑαυτούς ἀμειφθῆναι καί ἀντιφθεγγομένοις τῇ θείᾳ γραφῇ τῇ λεγούσῃ˙ «Θεόν οὐδείς ἑώρακε πώποτε», ἀνάθεμα.


[5] Τοῖς ἐν τῇ κοιλίᾳ τοῦτο αἰσθητῶς ὑποδέχεσθαι δογματίζουσιν, ὡς καί ὄγκον ἐν τούτῳ πάσχειν ἐπίσης ταῖς ὠδινούσαις καί ἐγκύμοσι γυναιξί, καί τό προφητικόν ῥητόν παραφθείρουσι τό φάσκον˙ «Διά τόν φόβον σου ἐν γαστρί ἐλάβομεν καί Ὠδινήσαμεν καί ἐτέκομεν πνεῦμα σωτηρίας ὅ ἐκυήσαμεν ἐπί τῆς γῆς», καί πρός τήν ἑαυτῶν δόξαν τήν ἐρμηνείαν μετάγουσι, ἀνάθεμα.


[6] Τοῖς ἔκστασιν καί ἐνθουσιασμόν παρεισάγουσι καί τήν μέν ἔκστασιν ἀποφαινομένοις ἐνεργείσθαι παρά Χριστοῦ διά τοῦ ἁγίου Πνεύματος, τόν δέ ἐνθουσιασμόν παρά τοῦ ἁγίου Πνεύματος διά τοῦ Χριστοῦ, καί διαιροῦσιν ἀσεβῶς τόν Χριστόν ἀπό τοῦ Πνεύματος, καί ἄλλην μέν ἐνέργειαν τῷ Χριστῷ διδοῦσιν, ἑτέραν δέ τῷ ἁγίῳ Πνεύματι, καί οὐ μίαν δύναμιν ἤ ἐξουσίαν τῇ μιᾷ θεότητι προσαρμόζουσιν, ἀλλά διαφοράν ἐνεργειῶν, κἄν ταύταις φρενοβλαβῶς παραληροῦσιν ὡς θάτερον ὑπό θατέρου συνεργεῖσθαί τε καί βοηθεῖσθαι εἰς τήν οἰκίαν ἐνέργειαν καί καινάς ἰδιότητας παρά τάς ὑπό τῶν θεοσόφων πατέρων ἐπί τῆς ἁγίας Τριάδος ἐκπεφωνημένας δοξάζουσιν, ὡς ἀσεβῶς καί νοοῦσι καί λέγουσι καί βλασφημίας κατά Θεοῦ ἐρευγομένοις, ἀνάθεμα.


[7] Τοῖς τήν θείαν καί ἱεράν γραφήν τήν τε παλαιάν καί τήν νέαν ἐν χάρτῃ καί μέλανι μόνον τό εἶναι ἔχειν λέγουσι, καί μηδέν τι ὠφέλιμον ἤ πρός ψυχήν τι κέρδος κεκτῆσθαι, μόνα δέ τά παρ' αὐτῶν διδασκόμενα καί παραδιδόμενα ὀνησιφόρα τυγχάνειν, ἀνάθεμα.


[8]
Τοῖς καταψευδομένοις τῶν θεοσόφων ἀποστόλων ὡς μή ἐκ Πνεύματος ἁγίου, ἀλλ' ἐκ κοιλίας κηρυξάντων τό εὐαγγέλιον, ἑαυτούς δέ φάσκουσιν ἔκ τινος θειοτέρας ὄψεως μυεῖσθαι τά ἀπόρρητα ἅτινα ὁ θεσπέσιος Παῦλος «ἤκουσεν ἅ οὐκ ἐξόν λαλῆσαι ἀνθρώπῳ», αὐτούς ταῦτα εἰδέναι καί λέγειν, καί τούς παρ' αὐτῶν μυουμένους διδάσκειν, καί τάς οἰκείας ἐμβροντησίας καί παραπληξίας μείζονας τῶν θεοκηρύκων ἀποστόλων λογιζομένοις, καί κατά τοῦτο ἐκείνων ἑαυτούς ὑπερτιθεῖσιν ὡς καί μόνους σωζομένους, τοῦ παντός κόσμου ἀπολλυμένου, ἀνάθεμα.


[9] Τοῖς λέγουσιν ὡς εἰ μή τις ἐξ αὐτοῦ τοῦ Κυρίου αἰσθητῶς ὀπτανομένου τοῖς ἁμαρτάνουσιν ἀκούσῃ τό˙ «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι», οὐκ ἄλλως ἐστί δυνατόν ἄφεσιν ἁμαρτιῶν λαβεῖν, ἀνάθεμα.


[10] Τοῖς ληροῦσι τούς κατ' αὐτούς ζῶντας πρῶτα μέν ἐξ ἀνθρώπων εἰς ἀγγέλων μεταμείβεσθαι φύσιν, εἴθ' οὕτως εἰς ἀρχαγγέλων καί μετέπειτα κατά προκοπήν ἤ μεταβίβασιν τῶν ἀφ' ἑτέρων εἰς ἕτερα, χερουβίμ καί σεραφίμ γίνεσθαι, καί τελευταῖον θεούς, ὤ τῆς ἀνοίας καί ἀπονοίας, καί κααχρωμένοις τῷ θείῳ ῥητῷ τῷ λέγοντι˙ «Ἐγώ εἶπα˙ θεοί ἐστε καί υἱοί Ὑψίσοτυ πάντες», κἀντεῦθεν πολυθεΐαν εἰσάγουσν, ἀνάθεμα.


[11] Τοῖς διά ταῦτα τά πάντα ἑαυτούς μέν πεφωτισμένους καλοῦσι, τούς δέ πιστούς ἐσκοτισμένους κατονομάζουσιν, ὅτι μή τά αὐτῶν ἐμυήθησαν καί δόγματα καί διδάγματα, ἀνάθεμα.


(Πηγή: Jean Gouillard, Quatre proces de mystiques a Byzance, έκδοση από τούς κώδικες Vindobonensis theol. gr. 306, f 34v – 35v & Taurinensis B.N. 185, f. 18)

***

4. Συνοδική απόφαση του 1140 μ.Χ. κατά του Κωνσταντίνου Χρυσομάλλου

Μηνί μαΐω, ἰνδικτιῶνος τρίτης, προκαθημένου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου καί οἰκουμενικοῦ πατριάρχου κυροῦ Λέοντος ἐν τοῖς δεξιοῖς κατηχουμενίοις τοῦ ἁγίου Ἀλεξίου, συνεδραζόντων αῦτῷ καί ἱεροτάτων ἀρχιερέων τοῦ Ἀγκύρας, τοῦ Κυζίκου, τοῦ Ἀμασείας, τοῦ Μελιτίνης, τοῦ Λαοδικείας, τοῦ Κρήτης, τοῦ Ἀντιοχείας τῆς Πισιδίας, τοῦ Τραϊανουπόλεως, τοῦ Φιλίππων, τοῦ Ἀμάστριδος καί τοῦ Μεσημβρίας, καί θεοφιλῶν ἀρχιεπισκόπων τοῦ Καραβυζύης καί τοῦ Γοτθίας, παρισταμένων καί τῶν δεσποτικῶν ἀρχόντων.

Καί τό μέν περί σωμάτων θεραπείας ἐνασχολεῖσθαι καί φαρμακεύειν ἐπιχειρεῖν πονηρῶς ἔχοντα οὐ τοῦ τυχόντος, εἴποι τις ἄν, οὐδέ τοῦ βουληθέντος απλῶς καί μόνον θελήσαντος˙ ἐκείνου δέ πάντως καί κυρίως καί μάλιστα, ὅν ὁ μέν τῆς ἰατρικῆς τέχνης λόγος ἐμαίυσεν, ἡ δέ χρονία ἐμπειρία λαβοῦσα πάλιν ἐτιθηνήσατο, καί ὀ τῆς ἰατρικῆς προεξάρχων, ὡς λυδία τις λίθος, προεξετάσας τά πρῶτα, καί κατειληφώς οὐκ ἀδόκιμον, τό τῆς ἐπικρίσεως τούτῳ προεπεβράβευσε σύμβολον. Ἰατῆρας δέ ψυχικούς βίου τε διδασκάλους ἀκριβεστέρους καί καλῶν λόγων ὑφηγητάς τε και συγγραφεῖς, ἐπί τισι δέ καί δογματιστάς - ὁμοῦ γάρ ταῦτα πάντα καί νῦν τῇ προκειμένῃ σήμερον ὑποθέσει συνέδραμε – τούς ἅμα μόνον θελήσαντας ἀδοκιμάστως αὐτίκα καί αὐτοχειροτονήτως, τοῦτο δη τό λεγόμενον, γενέσθαι, τίς συγχωρήσειε; Καί ῥαββί κληθήσεται ὁ βουλόμενος, καί διδασκαλικῶν συγγραμμάτων ἐκθέτης ὀ θέλων ἅπας γενήσεται; Καί τίς ἄν μή φρενός τυγχάνων ὅλως ἐπισφαλοῦς τῷ λόγῳ συνθήσεται; Πῶς δέ καί οὐχί, τούτου συγχωρουμένου, πολλοί μέν καί τῶν φρονούντων ἐπισφαλῶς, πολλῆς ἀδείας τοῦ γράφειν δραξάμενοι, πολλά μέν προσεπισπέρουσι τῷ φαινομένῳ σίτῶ ζιζάνια, τινές δέ καί τῶν ἀπλουστέρων, ὡς σωτηρίοις ἀβούλως τοῖς ὀλεθρίοις προστρέχοντες, ἄνθρακας πυρός, ὡς εἰπεῖν, τόν δοκοῦντα τούτοις θησαυρόν ἐφευρήσουσι;

Διά τοῦτο τοιγαροῦν καί ἡμεῖς, ἅμα μέν τό τῶν πολλῶν πρός τό γράφειν καί διδάσκειν ἄλλους αὐτοπροβλήτως αὐθόρμητον ἀναστέλλοντες, ἅμα δέ καί τῆς τῶν πολλῶν σωτηρίας, καί πλέον δῆτα τῶν ἁπλουστέρων φροντίζοντες, οἷσπερ οὐχ ικανόν τροφίμου βοτάνης διακρίνειν τό κώνειον˙ ἐπεί διά τινων μοναχῶν προσελεύσεως τῇ κατά τό Ἱερόν τοῦ κυροῦ Νικολάου λεγομένῃ ἐνασχολουμένων μονῇ, συγγράμματά τινα ἐφευρίσκεσθαι τοῦ τόν βίον ἤδη καταλιπόντος Κωνσταντίνου ἐκείνου τοῦ Χρυσομάλλου ἀνεδιδάχθημεν˙ οἷς δῆτα καί αὐτούς ἐντυχόντας οὐ μετρίως σκανδαλισθῆναι διά πολλήν τινα τήν ἐμφερομένην αὐτοῖς ἐρεσχελίαν ἅμα καί ἀτοπίαν, ὡς ἔλεγον˙ διαδίδοσθαι δέ ἤδη καί πρός πολλούς τά τοιαῦτα, ὥς τινα μᾶλλον τῶν ὠφελεῖν δυναμένων καί πρός βίον ῥυθμίζειν τούς πολλούς ἀκριβέστερον˙ διά φροντίδος ὅτι πολλῆς τό πράγμα ποιήσαντες, καί άπό τῶν τά τοιαῦτα κεκτημένων συγγράμματα τάς προσούσας τούτοις βίβλους ἀναλαβόμενοι, ἀνεμάθομεν γάρ ἀνερευνήσαντες μίαν μέν εἶναι παρά Πέτρῳ τινί μονάζοντι καί τῇ τοῦ ἁγίου Ἀθηνογένους προκαθημένῳ μονῇ, ἑτέραν δέ παρά Γεωργίῳ προέδρῳ τῷ λεγομένῳ Παμφίλῳ, ἐτέραν δέ πάλιν τήν παρά τῶν δηλωθέντων μοναχῶν τῶν τά περί τούτου προσαγγειλάντων προσαχθεῖσαν ἠμῖν, ἥν καί ἀναλαβέσθαι ἐξεῖπον ἀπό τοῦ ἐν τῇ τοῦ Γηροκομείου μονῇ μονάζοντος Εὐθυμίου. Ταύτας οὖν τάς τρεῖς συμφορήσαντες, τά μέν αὐτά καί παρά ταῖς τρισίν ὡς ἐκ μεταγραφῆς ἐμφερόμενα συγγράμματα εὕρομεν, πλείονα δέ τῶν δύο τά παρά τῷ Πέτρῶ ἐφευρέθησαν, ὡς τά μέν ἐν ταῖς δυσίν ἐκείναις εἰς πεντήκοντα πρός τοῖς διακοσίοις τά ὅλα συμποσοῦσθαι κεφάλαια˙ οὕτω γάρ ἡ διδασκαλία τῷ συγγραφεῖ ἐν κεφαλαίων διαιρέσει συντέθειται.

Πολλά δέ τῶν ἐμπεριεχομένων ταύταις καί ἰδίᾶ κατασκοπήσαντες καί συνοδικῶς ἐξετάσαντες, οὐκ ἐρεσχελιῶν μόνον καί καινολογιῶν ἁπλῶς καί μωρολογιῶν, ἀλλά καί αἱρέσεων προφανῶς ἀνάμεστα εὕρομεν, καί πλέον τῶν ἄλλων Ἐνθουσιαστῶν τε καί Βογομήλων.
ἵνα γάρ τἄλλα παρῶμεν τά τε παρά τήν ἐκκλησιαστικήν συνήθειαν δηλαδή καί παράδοσιν ἐκ κοιλίας τούτῳ ἐξερευχθέντα καί ὑπό τῆς ἐαυτοῦ διανοίας ἀναπλασθέντα της κακοδαίμονος, καί ὅσα πρός καταδρομήν ἐκείνῳ καί ὕβριν κατά χριστιανοῦ παντός ἐνεγράφησαν, ὅσα τε πάλιν πρός ἀτιμίαν ἀρχῆς ἁπάσης καί περιφρόνησιν, τῷ Σατανᾶ προσκυνεῖν ἀποφλυαρήσαντι τούς ὁποιῳδήτινι ἄρχοντι τιμήν ἤ προσκύνησιν ἀπονέμοντας.

Ἀλλά τό λέγειν βαπτισθέντα πάντα χριστιανόν, διά τό ἐν νηπιότητι κατά τήν κρατοῦσαν συνήθειαν, ἀκατηχήτως ὥς φησι βαπτίζεσθαι, μηδέ χριστιανόν εἶναι τῇ ἀληθείᾳ κἄν ὀνομάζοιτο, ἀλλά κἄν τινας ᾖ τῶν ἀρετῶν κατορθώσας, ὡς ἐθνικόν κατορθοῦν˙ καί μηδέ δεῖν ἀναγινώσκειν αὐτόν τούς λόγους τῆς διδασκαλίας τοῦ εὐαγγελίου, ἀλλά πρότερον κατηχηθῆναι καί μυηθῆναι καί μεταστοιχειωθῆναι, τουτέστι μεταστῆναι ἀπό τῆς ἐξουσίας τοῦ Σατανᾶ.

Καί τό λέγειν πάλιν ὅτι ὅσοι οἱ ὀνομαζόμενοι χριστιανοί μή συνήκασι τήν ἐκ τοῦ θείου βαπτίσματος ἑαυτῶν ἀναστοιχείωσιν, κἄν εἰς ἀρχιερατικόν βαθμόν κατηντήκασι, κἄν πᾶσαν τήν θεόπνευστον γραφήν ἐπί γλώττης φέρουσι καί διδάσκουσιν, εἰς τήν φυσιοῦσαν αὐτούς γνῶσιν ἐναβρυνόμενοι, οὐδέν ὠφελήθησαν εἰ μή κατηχηθέντες αὖθις ἀναστοιχειώσεως τύχωσι καί μορφώσεως τῶν ψυχικῶν αὐτῶν ἕξεων μυστικῆς διά μεσιτείας καί ἐπιθέσεως τῶν χειρῶν τῶν ἐπιγνωμόνων οἰκονόμων τοῦ μεγάλου τούτου μυστηρίου καί τῆς ἱερᾶς γνώσεως ἐπιστημόνων.

Καί ἐν ἑτέρῳ πάλιν κεφαλαίῳ προστιθέναι ὅτι ὅστις οὐ νοερᾷ αἰσθήσει νοερῶς αἰσθάνεται ποιοῦντος ἐν αὐτῷ τοῦ Θεοῦ τό θέλημα αὐτοῦ διά Ἰησοῦ Χριστοῦ εἰς κενόν κοπιᾷ, καί ὅτι τῷ ἀκατηχήτῳ χριστιανῷ μετανοοῦντι καί ἐξομοόγουμένῳ τά μετά ἅγιον βάπτισμα ἁμαρτήματα οὐδέν ὄφελος δεσμά καί φάρμακα θεραπευτικά, ἀλλά διδαχῆς χρεία καί μυήσεως καί πίστεως.

Καί πάλιν ὡς ἐάν χριστιανός βαπτισθείς οὐκ ἐδυναμώθη ἀπό ἀσθενείας καί τῆς εἰς τήν ἁμαρτίαν ῥοπῆς, πορευθείς πρότερον ἐνδυναμωθήτω διά πίστεως καί χειρῶν ἐπιθέσεως τῶν οἰκονόμων τῆς χάριτος τοῦ Χριστοῦ ἥτις ἐκ πίστεως χαρίζεται, οὐκ ἐξ ἔργων.

Ἔτι δέ καί τό λέγειν τούς ἀληθεῖς παρ' ἐκείνῳ χριστιανούς μηδέ νόμοις ὑποκεῖσθαι, ὡς μετά τό φθάσαι εἰς μέτρον τῆς κατά Χριστόν ἡλικίας μηκέτι δύνασθαι εἶναι ὐπό νόμον, ἀλλ' ὡς δυνατόν ποιεῖν τά τοῦ νόμου φύσει.
Καί τό δογματίζειν τάς μετά τό ἅγιον βάπτισμα τοῖς κακίας λογισμοῖς ἐπηρεαζομένας ψυχάς μή δύνασθαι τούτων ἐλευθερωθῆναι, ἐι μή διά τῶν ἐπισκευαστῶν ἀγαθῶν καλουμένων ἀνοήτως, μήτε εἰς ἐκκλησίαν εἰσιέναι, μήτε ψάλλειν, μήτε προσεύχεσθαι, μήτε Χριστόν ὀνομάζειν, μήτε τι τῶν χριστιανῶν ἐπιτελεῖν.

Ἀλλαχοῦ δέ, μήτε μετιέναι τινά ἀρετήν πρό τοῦ τήν καλήν ἀλλιωθῆναι ἀλλοίωσιν, διά τό ἀποστρέφεσθαι ταῦτα τόν Θεόν καί μισεῖν˙ δαίμοσι γάρ ἐοικέναι τούς ταῦτα κατορθοῦντας, καί ὁμολογοῦντας μέν διά τόν Θεόν κατορθοῦν, ἀλόγως δέ, ὥς φησι, ταῦτα ποιοῦντας.

Καί ἵνα συντέμωμεν τά πολλά, τό ἐν διαφόροις κεφαλαίοις αὐτόν ἀποφαίνεσθαι μηδέν τι τούς χριστιανούς ὠφελείσθαι, κἄν πᾶσαν έργἀσωνται ἀρετήν καί κακίαν πᾶσαν ἐκκλίνωσι, κἄν διά τόν Θεόν ταῦτα ποιῶσιν, εἰ μή νοεράν αἴσθησιν τοῦ θείου Πνεύματος δέξονται φυσικῶς τε καί ἀνωδύνως ἐν αὐτοῖς ἐνεργούντος τό ἀγαθόν καί ἀκινήτους πάντῃ ποιοῦντος πρός τό κακόν.

Νομοθετεῖν δέ καί, ἐάν μή τοιοῦτον ἐν συνασθήσει δέξωνται φωτισμόν οἱ ἀναγεννώμενοι ὡς ἐν τῷ ψάλλειν ἀκλινῆ τε ἔχειν τό νοῦν καί ἀμετακίνητον, συνιέναι δέ καί τήν τῶν ψαλλομένων πάσαν διάνοιαν, μη΄δε ψάλλειν ὅλως τούτους μηδέ προσεύχεσθαι, ἀλλά μηδέ ὡς πιστούς εἰς ἐκκλησίαν εἰσέρχεσθαι, ἄχρις ἄν διά τῆς παρ' ἐκείνου εἰσαγομένης κατηχήσεώς τε πάλιν καί μυήσεως μύρων τε χρίσεως ἀναστοιχειωθέντες τῆς τοῦ θείου Πνεύματος ἐν αὐτοῖς δυνάμεώς τε καί ἐνεργείας αἴσθησιν δέξωνται.

Ἀλλά καί τό τά αὐτά ἀξιοῦν καί περί τῆς ἀποκάρσεως καί τόν ἀποκειρόμενον λέγειν ἀνωφελῶς καί αὐτόν ἀποκείρεσθαι, εἰ μή ἐν νοερᾶ αἰσθήσει, καί οὐκ ἐν πίστει τῆς χαριζομένης αὐτῷ αἰσθητῶς τοῦ Πνεύματος χάριτος καί τῆς δι' αὐτῆς ἀλλοιώσεως καί μεταστοιχειώσεως, ὡς μηκέτι ἤ θέλειν ἠ δύνασθαι ἁμαρτάνειν.
Πρός δέ καί πᾶσι τοῖς ἄλλοις εἰσάγειν ὡς πᾶς χριστιανός δύο ἔχει ψυχάς, τήν μέν αὐτῶν ἀναμάρτητον, τήν δέ ἁμαρτητικήν˙ εἰ δέ μίαν ἔχει ψυχήν, χριστιανός οὔπω ἐγένετο.
Πῶς οὐχί τά τοιαῦτα τῶν δηλωθειςῶν αἱρέσεων ἴδια; Τό μέν γάρ νοεράν αἴσθησιν ἤ αἰσθητήν πάλιν νόησιν ἤ καί μόνον αἴσθησιν, ὡς ἐν ἄλλοις φησί, καί ἔλλαμψιν καί ἀποκάλυψιν καί ἐπίγνωσιν τοῦ Πνεύματος ἀπαιτεῖν αὐτόν τούς βαπτιζομένους, ἤ μήν ἀνόητον εἶναι λέγειν τούτοις τό βάπτισμα κἄν εἰ καί πᾶν ἀγαθόν μετέρχοιντο, τῆς τῶν Ἐνθουσιαζομένων πάντως αἱρέσεως, ἀποκαλύψεις θείας φανταζομένων εἰσδέχεσθαι ταῖς τῶν πονηρῶν δαιμόνων ἐξαπατήσεσι.

Τό δέ γε μετά τό θεῖον βάπτισμα τούς βαπτιζομένους, διά τό ἀκατηχήτως, ὥς φησιν, αὐτούς ἀναγεννηθῆναι, τοτέστι πάντας ἡμᾶς τούς χριστιανούς μέχρι διδασκάλων καί ἱερέων καί ἀρχιερέων αὐτῶν δεῖσθαι πάλιν ἐξ ἀρχῆς κατηχήσεως καί μυήσεως καί ἀναστοιχειώσεως διά τῆς παρ' ἐκείνου εἰσαγομένης τελεσιουργήσεως καί τῆς τῶν χειρῶν ἐπιθέσεως τῶν ἐπιστημόνων οἰκονομῶν τῆς μυστικῆς ταυτης χάριτος, οὕς καί μετά πάσης σπουδῆς ἀνερευνᾶν ἀπαιτεῖ, σπανίως εὑρισκομένους τούς μόνους δυναμένους ἀνακαινίζειν τούς προσιόντας καί θείας χ΄ριτος μετίχους ποιεῖν, τῆς τῶν Βογομήλων ἅγιον βάπτισμα καί δεύτερον εἰσαγόντων τό ἑαυτῶν τελειοποιόν καί παρεκτικόν θείου Πνεύματος.

Ἀλλά καί τό ἤ δύο ψυχάς τόν χριστιανόν ἔχειν, ὥς φησιν, ἤ μή εἶναι χριστιανόν, οὕτω ῥητῶς ὑπό τῆς τῶν Μασσαλιανῶν ἤτοι Βογομήλων παμβεβήλου θρησκείας δογματιζόμενον εὕρηται.

Οὐκ ἐκ τούτων οὖν μόνον – ταῦτα γάρ ὥσπερ τι μικρόν γεῦμα παμπλήρους πίθου, ἤ ὅλου ὥς φασιν ὑφάσματος κράσπεδον ἡμῖν ἐνταῦθα παρείληπται - ἀλλά καί μυρίων τῶν ταῖς βίβλοις ἐνεσπαρμένων, τό σαπρόν τῆς γραφῆς καί πυρός ἄξιον καί ἀφανισμοῦ τελείου κατειληφότες, τάς μέν βίβλους αὐτάς καί πυρί παραυτίκα δοθῆναι διωρισάμεθα, καί ἀναθέματι πάντας τοῦς φρονοῦντας οὕτω καθυποβάλλομεν, διοριζόμεθά τε πᾶσι κοινῶς μηδένα μήτε τολμᾶν νέας ἐκτιθέναι διδασκαλίας αὐτοχειροτονήτως ὥσπερ ἑαυτῷ περιτιθέντα τό τῆς διδασκαλίας αξίωμα˙ μήτε μήν παρ' οὑτινοσοῦν ὁποιονδήποτε νέον καινοφανές αναγινώσκεσθαι σύγγραμμα μή φθάσαν ἐπιγνωσθῆναί τε τῇ καθολικῇ ἐκκλησίᾳ, καί δοκιμασθέν πρότερον, ἐπικριθῆναι ὡς εὐσεβές καί ὠφέλιμον˙ μάλιστα μέν τοιγε πάντων τά δηλωθέντα ταῦτα καί λεγόμενα εῖναι τοῦ Χρυσομάλλου συγγράμματα˙ καί οὐκ αὐτά δέ μόνον τά εὑρεθέντα, ἀλλ' εἰ καί τινες ἄλλαι εὑρίσκονται γραφαί ἐκείνου οἱαιδήτινες, μηδένα μήτε ἔχειν παρ' ἑαυτῷ, μήτε ἀναγινώσκειν ὅλως ταῦτα˙ τόν γάρ μετά τήν παροῦσαν σημείωσιν κεκτημένον τι τούτων καί ἀναγινώσκοντα ἤ φρονοῦντα ἤ ὁπωσδήποτε ἀντεχόμενον ἤ καί διδάσκοντα ἤ καί συνειδότα ἕτερον ἔχοντα ταῦτα καί κατ' αὐτά φρονοῦντα καί συγκαλύπτοντα, ασυγγνώστως αὐτόν, ὡς ταῖς δηλωθείσαι ἐνισχημένον αἱρέσεσι παρά μέν ἐκκλησίᾳ πάςῃ ὑπό ἀνάθεμα γίνεσθαι, παραδίδοσθαι δέ καί τοῖς τά πολιτικά διέπουσιν ἄρχουσιν, ὥστε καί παρ' αὐτῶν νομίμως ὑποσχεῖν εὐθύνας.

Ἐπεί δέ τούτων οὕτω παρ' ἡμῶν πραχθέντων τε καί διορισθέντων συνοδικῶς ἐνώπιον καί τῶν παρ' οἷς αἱ βίβλοι ἐφεύρηνται, ἤγουν τοῦ τε μοναχοῦ Πέτρου καί τοῦ Παμφίλου, δέον ἦν καί τούτους ἐρωτηθῆναι εἴτε τούτων ἀντέχονται, εἴτε μήν ὡς ἐσφαλμένων καί ἀσεβῶν καταπτύουσι καί τά ὀλισθηρά τούτων ἀναθεματίζουσι δόγματα, μηδέν τι πλέον ἐπί τούτοις φρονεῖν τῶν συνοδικῶς σήμερον διαγνωσθέντων ἡμῖν, ἀκουόντων πάντων, ἀπεστομάτισαν, ἀλλ' εἰ καί πρότερον παρ' ἑαυτοῖς εἶχον τάς βίβλους, καί τά ἐν αὐτοῖς ἀσυντηρήτως καί ἀπεριμερίμνως ἀναγινώσκοντες ὡς καλῶς ἔχοντα παρεδέχοντο, ἀλλά νῦν ἐξεταστικώτερον ταῦτα καί αὐτοί ἰδόντες ἀναγνωσθέντα καί καλῶς ἀποδοκιμασθέντα κατανοήσαντες, συγγνώμην τε ἐξαιτεῖν ὡμολόγουν ἐφ' οἷς τοιαύτην μεχρι του νῦν ἠγνόησαν ἄγνοιαν, ἀγαθῇ προλήψει καί στοργῇ φιλικῇ τῇ πρός ἐκεῖνον ἡττωμένους καί τοσοῦτον τό ἀπό τοῦδε τῶν τοιούτων ἀφίστασθαι ὡς καί εἰς ἐπήκοον πάντων διηνεκεῖ ἀναθέματι ταῦτά τε τά συγγράμματα καί τόν συγγραψάμενον καί τόν οὕτω φρονοῦντα καί καθυποβάλλειν.

Δεξάμενοι γοῦν καί ἡμεῖς τήν τούτων ὁμολογίαν τε καί διάθεσιν δι' ὅν ἐποιήσαντο τῶν δηλωθέντων ἀσεβῶν συγγραμμάτων ἐνώπιον τῆς ἱερᾶς συνόδου ἀναθεματισμόν καί τήν ἐγκάρδιον τούτων, ὡς διαβεβαοῦνται, κατάγνωσιν, μετά δακρύων τήν συγγνώμην αἰτούμενοι, τῷ μέν Παμφίλῳ τάς ἀναγεγραμμένας ποινάς πρός τό μηκέτι τοιοῦτόν τι φρονεῖν ἠ ἀνθέξεσθαι τούτων ἐπηπειλησάμεθα˙ τόν δέ μοναχόν Πέτρον ἀσύμφορον εἶναι κρίναντες κατάρχειν ἄλλων τό ἀπό τοῦδε, διά τε τό τῆς συνειδήσεως τῶν πολλῶν ἠδη κεκαυτηριασμένον ὅσον τό ἐπ' αὐτῷ καί ὅν μέλλουσι ἔχειν σκινδαλμόν καί τό ὕποπτον, ἔτι δέ καί τό τούτου ἀνίκανον – πῶς γάρ ἄν καί κυβερνᾶν ἄλλους καί διδάσκειν ἱκανός κριθῇ ὁ τοιαύτην ἀγνοήσας, ὥς φησιν, ἄγνοιαν, καί ἔκδηλον οὕτω πᾶιν ἀσέβειαν κατανοῆσαι μή δυνηθείς; - ἐν ἑτέρᾳ σταλῆναι τοῦτον μονῇ καί ὑπό ἀρχγόν μᾶλλον εἶναι ἄλλον καί καθηγητήν τετυπώκαμεν, ἐπειδή καί τῶν τῆς ἡμῶν μετριότητος καί πάσης τῆς ἀρχιερατικῆς ὁμηγύρεως προεκυλινδοῦτο ποδῶν.
Ταῦτα παρεκβληθέντα καί συνηθῶς πιστωθέντα ἐπεδόθη.

(Πηγή: Jean Gouillard, Quatre proces de mystiques a Byzance, έκδοση από τους κώδικες Barocciano 205, f. 521-523v & Patmiaco S. Joannis 366, f. 335-337)

***

5. Η καταδίκη δύο Καππαδοκών επισκόπων.

1. Σημείωμα ἐπί τῇ καθαιρέσει γεγονός τῶν ἀπό τῆς ἐνορίας τῶν Τυάνων ψευδοεπισκόπων, τοῦ τε Σασίμων καί τῆς Βαλβίσσης, ὡς παρά τούς κακόνας χειροτονηθέντων, τῶν καί Βογομήλων ἐς ὕστερον ἀπελεγχθέντων.

Μηνί αὐγούστῳ κ', ἡμέρα ἕκτῃ, ἰνδικτιῶνος ἕκτης, προκαθημένου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου καί οἰκουμενικοῦ πατριάρχου κυροῦ Μιχαήλ ἐν τῷ Θωμαΐτῃ, συνεδριαζόντων τῇ μεγάλῃ ἁγιωσ΄θνῃ αὐτοῦ καί ἱερωτάτων ἀρχιερέων, τοῦ Ἐφέσου, τοῦ ἡρακλείας, τοῦ Ἀγκύρας, τοῦ Νικομηδείας, τοῦ Νικαίας, τοῦ Γαγγρῶν, τοῦ ἈΝτιοχείας τῆς Πισιδίας, τοῦ Ἱεραπόλεως, τοῦ Μεσημβρίας, τοῦ Γαρέλλης καί τοῦ Γοτθίας, παρισταμένων καί δεσποτικῶν ἀρχόντων.

Συνῆλθον μέν τήν σήμερον παρ' ἡμῖν, βασιλικῆς ἐπιλύσεως τῇ ὑπομνήσει ἐγχαραχθείσης τοῦ ἱερωτάτου μητροπολίτου Τυάνων Βασιλείου, ὁ τε πανσέβαστος σεβαστός καί μέγας δρουγγάριος, ὁ μακαριώτατος ἀρχιεπίσκοπος Βουλγαρίας, καί ὁ μεγαλοεπιφανέστατος πρωτοασηκρήτις, συνδικάσαι τῇ τε ἡμῶν μετριότητι κελευσθέντες καί τῇ παρ' ἡμῖν θείᾳ συνόδῳ, ἐφ' οἷς ὁ δηλωθείς ἱερώτατος ἀρχιερεύς τῶν Τυάνων, κατά τό ἐφειμένον αὐτῷ ὡς τῆς χώρας ἀρχιερεῖ, οὐχ ὡς κατηγόρῳ, λεγομένοις δυσί τισιν ἐπισκόποις τῷ Σασίμων Κλήμεντι καί τῷ Βαλβίσσης Λεοντίῳ βογομηλιτικῆς ἀσεβείας προσάπτει αἰτίαν, ὡς κακῶς καί διδάσκουσι καί φρονοῦσι καί τά τῆς τοιαύτης βεβήλου θρησκείας εἰς πολλούς τῶν Καππαδοκῶν ὀλεθρίως ἐνσπείρουσιν. Ἀλλ' ἡ μέν συνέλευσις αὐτοῖς διά ταῦτα.

Ἐπεί δέ, καθάπερ τι προϋποφώνημα τῷ Τυάνων, μᾶλλον δέ καί οἷον τις προπαρασεκή τοῦ δικαστηρίου, τά περί τῆς τῶν δηλωθέντων ἐπισκόπων ἐγκαταστάσεως εἰς ζήτησιν προσενήνεκται, μηδέ ἐπισκοπικῇ τούτους τετιμῆσθαι διατεινομένῳ ἀξίᾳ, ὡς εἴτε μηδαμῶς χειροτονηθέντας, εἰτε μήν παρά τάς τῶν ἱερῶν κανόνων διαταγάς, καί διά τοῦτο πάλιν ἐπισκοπικῆς ἀναξίος ὄντας ἀξίας, αὐτό δέ τοῦτο δέον ἔγνωσθαι καί ἡμῖν ἐξετασθῆναι τό πρότερον, ἵνα καί ὁ ἀγών αὐτῷ μετά ταῦτα πρός ὁποίους ἄρα καί εἴη οὐδαμῶ ἀμφιβάλλοιτο. Ὡς γοῦν ἤδη τά περί τούτων κατεξητάζετο, οὐ μακρᾶς τινός ἐδεήθη τῆς αποδείξεως, ἀλλ' ὥσπερ ὁ σοφός πού φησι Σολομῶν˙ ἀνδρί παγίς τά οἰκεῖα χείλη τυγχάνει, οὕτω δή καί οἱ αἰτιώμενοι περί τῆς ἑαυτῶν εἰς ἐπισκόπους χειροτονίας ἐρωτηθέντες, συνήγοροί τινές ἄντικρυς τῷ μητροπολίτῃ ἐφάνησαν, ψηφισθῆναι μέν ἐνταῦθα φάμενοι διά πόλεως ἐπί τοῦ ἀποιχομένου ἐκείνου ἱερωτάτου μητροπολίτου Τυάνων μοναχοῦ Ἰακώβου πρός κλήρου καί ἀρχιερέων συνήθως˙ εἶτα μετά καιρόν ἐκείνῳ συνεξελθόντας εἰς τήν τῶν Καππαδοκῶν δευτέραν, τά Τύανα, χειροτονηθῆναι μέν, ἀλλ' ὑπ' ἐκείνου καί μόνου διά τό μηδένα ἔχειν τόν τούτῳ συλλειτουργήσοντα. Ἐπεί οὖν οὕτω τούτων καί παρ' αὐτῶν καθομολογηθέντων, οὐδέν τι ἦν τό ἀμφίβολον παρά τήν τῶν ἱερῶν κανόνων χειροτονηθῆναι τούτους διάταξιν, ὡς τοῦ μέν ἀποστολικοῦ καί πρώτου κανόνος ῥητῶς οὕτω ἐπίσκοπον χειροτονεῖσθαι ὑπό ἐπισκόπων ἤ δύο ἤ τριῶν διατάσσοντος, τοῦ τε τετάρτου τῶν ἐν Νικαίᾳ τό πρῶτον καί τοῦ ἐννεακαιδεκάτου τῆς ἐν Ἀντιοχείᾳ συνόδου, ναι μήν καί τοῦ τῆς ἐν Καρθαγένῃ, καί διαφόρων ἑτέρων αὐτό τοῦτο διαρρήδην θεσμοθετούντων τό χωρίς τριῶν παρουσίας μηδένα χειροτονεῖσθαι ἐπίσκοπον.

Διά ταῦτα ἔδοξε πᾶσιν ἡμῖν καί διέγνωσθαι καί τούς δηλωθέντας τούτους, ὡς εἴπομεν, ἐπισκόπους, μηδέ ἐπισκοπικῇ τετιμῆσθαι ὅλως ἀξίᾳ, ὥς καί ἀχειροτονήτους ἄντικρυς διά τό τῆς χειροτονίας αὐτῶν ἀκανόνιστον. Τούτων οὕτω διαγνωσθέντων καί αποφανθέντων, ἐξεχωρήθη τό ἀπό τοῦδε τῷ μητροπολίτῃ Τυάνων, ὡς ἀρχιερεῖ καί τά ἐν τῇ κατ' αὐτόν χώρᾳ προσαγγελόμενα, εἴτε δή καί τολμώμενα, ἐφειμένον ἔχοντι ἐξετάζειν καί διορθοῦσθαι, προθεῖναι δέ καί ἐπί μέσον τά περί τῆς θρυλλουμένης κατ' αὐτῶν ἀσεβίας, ὥστε συνοδικῶς ἅμα τοῖς δοθεῖσι συνδικασταῖς ἐξετασθῆναί τε καί λυθῆναι.


2. Σημείωμα δι' οὗ διεγνώσθησαν οἱ τήν τῆς ἐπισκοπῆς ἀξίαν προαφαιρεθέντες ὡς παρά κανόνας χειροτονηθέντες, ὅ τε Σασίμων μοναχός Κλήμης καί ὁ Βαλβίσης Λεόντιος ἐξ ἀναφορᾶς τοῦ ἱερωτάτου μητροπολίτου Τυάνων κυροῦ Βασιλείου, τῆς τῶν Βογομήλων ὄντες μυσαρωτάτης αἱρέσεως.


Μηνί ὀκτωμβρίῳ α', ἡμέρα στ', ἰνδικτῶνος ζ', προκαθημένου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου καί οἰκουμενικοῦ πατριάρχου κυροῦ Μιχαήλ ἐν τῷ Θωμαΐτῃ, συνδικαζόντων μέν τῇ μεγάλῃ ἁγιωσύνῃ αὐτοῦ ἐκ βασιλικῆς καί θείας προστάξεως τοῦ πανσεβάστου σεβαστοῦ καί μεγάλου δρουγγαρίου, τοῦ μακαριωτάτου ἀρχιεπισκόπου Βουλγαρίας καί τοῦ πανευγενεστάτου πρωτοασηκρήτης κυροῦ Λέοντος τοῦ Ικανάτου, συνεδριαζόντων δέ καί ἱερωτάτων ἀρχιερέων, τοῦ Ἀγκύρας, τοῦ Κυζίκου, τοῦ Νικομηδείας, τοῦ Τυάνων, τοῦ Ἀντιοχείας τῆς Πισιδίας, τοῦ Δυρραχίου, τοῦ Ἀλανίας, τοῦ Μαδύτων, τοῦ Μεσημβρίας, τοῦ Βιζύης, τοῦ Γαρέλλης καί τοῦ Γοτθίας, παρισταμένων καί δεσποτικῶν ἀρχόντων.

Ἔνθεον ζῆλον ἀναλαβών κατ' ἐπίγνωσιν ὁ ἱερώτατος μητροπολίτης Τυάνων Βασίλειος οὐκ ἠνέσχετο τά ἐν τῇ κατ' αὐτόν ἐνορίᾳ τολμηθῆναι αὐτῷ ἀκουσθέντα παρά τῶν τάχα συνεπισκόπων αὐτοῦ, ἤγουν τοῦ μοναχοῦ Λεοντίου καί τοῦ μοναχοῦ Κλήμεντος, οὕς ἤδη προεξετάσαντες τῆς ἐπισκοπικῆς ἀξίας καθείλομεν, μή καί εἰς τό ἐμφανές ἐξελέγξαι καί ὅπως πολλά τινα περί τ΄ν ὀρθόδοξον οὗτοι θρησκείαν παρασφάλλονται ἀνοήτως καί ἡμῖν παραστῆσαι σαφέστερον. Τοίνυν οὐχ ὡς κατήγορος, οὐδ' ὡς αὐτός συνιστῶν κατ' αὐτῶν τήν τῆς δυσσεβείας κατέγκλησιν˙ ταῦτα γάρ ἤδη καί διά τοῦ προγεγονότος παρ' ἡμῶν σημειώματος προδιέγνωσθαί τε καί προτετύπωται˙ ἀλλ' ὡς σπεύδων κωδίῳ προβάτου τούς λύκους μή ἐπικρύπτεσθαι καί οὕτω λάθρᾳ τήν τοῦ Χριστοῦ παρ' αὐτῶν λυμαίνεσθαι ποίμνην, ἐνώπιον ἡμῶν τήν σήμερον παρεστήσαντο τόν τῆς κατ' αὐτόν τυγχάνοντα ἐνορίας εὐλαβῆ κληρικόν αὐτοῦ Λέοντα, τόν καί παρά τοῦ Λεοντίου χειροτονηθέντα, ὡς αὐτός ἔλεγεν, ὡς καί ἀκριβῶς εἰδότα τά κατ' αὐτούς καί ἐξελέγχειν αὐτούς τῶν ἄλλων πλέον ἰσχύοντα. ὡς γοῦν παρέστη τῷ συνεδρίῳ, συμπαρίσταντο δέ καί οἱ καθ' ὧν ἡ αἰτίασις, ὁ μοναχός δηλονότι κλήμης καί ὁ μοναχός Λεόντιος, ἔγγραφον εὐθύς ὁ τῶν Τυάνων κανονικός προκεκόμικε, διαφόρους πράξεις τούτων διαλαμβάνον πολύ περιφερούσας τό σφαλερόν καί φανερῶς παριστώσας τόν τῶν τοιούτων έργάτην μή εὐσεβοῦς τυγχάνειν φρονήματος, τά δέ τῆς τῶν Βογομήλων θρησκείας ἀλθῶς νοσεῖν. Τό δέ ἔγγραφον ἦν μέν ἐκτεθειμένον, ὥσπερ ἐφαίνετο ἀπό τῶν ἐμφερομένων αὐτῷ σιγνογραφιῶν, παρά τε τῶν κληρικῶν καί ἀρχόντων καί οἰκητόρων ἁπλῶς τῆς μητροπόλεως Τυάνων, τοιάσδε τινάς πράξεις τοῖς αἰτιωμένοις προσμαρυροῦν˙

- διδαχήν τοῦ τούς ἄνδρας ἀπέχεσθαι τῆς τῶν νομίμως τούτοις συναφθεισῶν γναικῶν συνουσίας, κρέατός τε καί γάλακτος καί ἰχθύος καί οἴνου ἄχρι χρόνων τριῶν ἀποχήν˙ μετά δέ ταῦτα ἀπροκριμάτιστον παντελῆ τήν τῶν τοιούτων ἀπόλαυσιν˙
- ἑτέραν τό μηδένα σώζεσθαι κοσμικόν, κἄν πᾶσαν ἀρετήν διαπράξηται, εἰ μή μοναχός γένηται˙
- τό τούς ἱερολογηθέντας ἄχρις ἑπτά ἡμερῶν τῆς πρός ἀλλήλους ὁμιλίας κωλύειν˙
- τό ἀποκείρειν ἄνδρας παρά γνώμην τῶν γαμετῶν καί γυναίκας παρά τήν τῶν ἀνδρῶν θέλησιν˙
- τό τινας θανόντας χριστιανούς, ἀτάφους καί ἀψάλτους καταλιμπάνειν, καί μηδέ ζῶντας δέχεσθαι αὐτούς εἰς μετάνοιαν˙
- τό ἐξανασκάψαι καί λείψανα χριστιανῶν τεθαμμένα ἔξωθέν τε καί ἔσωθεν τῶν ἐκκλησιῶν, ἁμαρτωλούς εἶναι λέγοντες τούς τελευτήσαντας, καί δαίμονας ἐγκατοικεῖν τοῖς σώμασι τῶν τελευτόντων˙
- τό μή συγχωρεῖσθαι ἄλλως προσκυνεῖσθαι σταυρόν, εἰ μή καί ἐπιγραφήν ἐπιφέρηται˙ Ἰησοῦς Χριστός ὁ Υἱός τοῦ Θεοῦ˙
- τό ἐξαναβαπτίσαι καί παιδία χριστιανῶν, ὅτι λέγουσι˙ ἁμαρτωλοί εἰσιν οἱ βαπτίσαντες˙
- καί χειροτονῆσαι γυναῖκας διακονίσσας, καί ἐπιτρέπειν αὐταῖς τάς συνήθεις ἐκκλησιαστικάς αἰτήσεις ποιεῖσθαι καί τήν τῶν ἁγίων εὐαγγελίων ἀνάγνσιν καί συλλειτουργῆσαι ταύτας μετά τοῦ Κλήμεντος˙
- τό ἁγίας καταστρέψαι εἰκόνας˙
- τό περί τοῦ σταυροῦ τοῦ Μεγάλου Ἀρχιστρατήγου ἀπειροπληθῆ ποιοῦντος θαυμάσια λέγειν ὅτι ἐκ διαβολικῆς ἐνεργείας ταῦτα ποιεῖ˙
- τό ἀναθεματίσαι καί τόν Θεόν ὅν ἐπίστευσεν Ἀκάκιος ἐπίσκοπος, χριστιανός αὐτοῖς τούτοις ὧν ὑπῆρχε τό ἔγγραφον ὀρθόδοξος γνωριζόμενος˙
- πρός τούτοις καί τό παραδοῦναι γυναῖκας χριστιανάς εἰς χείρας ἐθνῶν, προφάσει δῆτα μοιχείας˙
Ταῦτα καί ἄλλα τοιαῦτά τινα τοῦ τοιούτου ἐγράφου δηλοῦντος, ἀπῃτοῦντο οἱ μνημονευθέντες πολλάκις πρός ταῦτα ἀπολογήσασθαι, καί εἰ μή πρός πάντα. Ἀλλ' ἐπειδήπερ ἑώρων τόν κατήγορον σφοδρῶς ἐνιστάμενον, ὁ μέν Λεόντιος ἀναβαπτισμόν ποιῆσαι κατέθετο πλήν διά το παρά ἱερέως καθαιρεθέντος ἐπί δήλοις ἐγκλήμασι μετά τήν ἐκείνου καθαίρεσιν τό πρῶτον βάπτισμα παρ' αὐτοῦ τελεσθῆναι, ὅ καί ὡς ἀμφίβολον παραστῆσαι αὐτός ἀπῃτήθη. Τούτου γάρ μή γινομένου – μεγίστη τις παράστασις – τό πραχθέν οὐκ ὀρθοῦ φρονήματος τοῦ Λεοντίου εἰσάγεται, ὡς ἀναβαπτισμόν ποιῆσαι τολμήσαντος κατά τήν βέβηλον τῶν Βογομήλων θρησκείαν, ὅπου γε καί τούτου παρά τοῦ Λεοντίου ἀποδειχθέντος, ὡς καθῃρημένος τυγχάνων ὁ ἱερεῦς, τό πρῶτον ἐποιήσατο βάπτισμα, οὐδ' οὕτω παντάπασιν ἀκαιτίατον τό γινόμενον.

Πρός δέ καί τό καταλιπεῖν ἀτάφους καί ἀψάλτους νεκρούς ὁμολογῶν ἧν ὁ Λεόντιος˙ ἔλεγε δέ τοῦτο ποιῆσαι, ὡς ἁμαρτανόντων ἐν ζωῇ τῶν τελευτησάντων καί μή πειθομένων αὐτῷ συμβουλεύοντι πρός διόρθωσιν ἀπιδεῖν.
Καί τό παραδοῦναι δέ χριστιανήν γυναῖκά τινα τῷ ἐν τῷ κάστρῳ ἐκπροσωποῦντι τῷ Ἀμηρᾳ ὡμολογεῖ, διά μοιχείαν εἰπῶν ἐπ' ἀδελφῷ τοῦ ἀνδρός ὑπ' αὐτῆς τολμωμένην τοῦτο ποιῆσαι, ὡς μή δυνάμενος ἄλλως ἀποκοπήν ἐπινοήσασθαι τοῦ κακοῦ.

Προσωμολόγει δέ καί θεῖον κατακαῦσαι ναόν, ἀλλ' ὅτι, φησί, πολλάκις παραινέσας τινί χόρτον ἔνδοθεν τοῦ ναοῦ ἀποτιθεμένῳ μηκέτι τοῦτο ποιεῖν, οὐχ εὕρισκε ἐκεῖνον πρός τοῦτο καταπειθῆ, τούτου χάριν πῦρ μέν ἐμβαλεῖν τῷ χόρτῳ ἀποτεθέντι ἐκεῖσε καί μετά τήν τούτου παραίνεσιν, ἔργον δέ τοῦ πυρός γενέσθαι καί τόν ναόν παρά τάς οἰκείας τούτου ἐλπίδας. Ἀλλά ταῦτα μέν ὡμολόγησεν ὁ Λεόντιος, ὁ δέ μοναχός Κλήμης τά τῶν διακονισσῶν χειροτονίας καθωμολόγησεν.

Ὡς δέ ρπός τά λοιπά ἀντέπιπτον αἰτιάματα, ὁμολογεῖν μή πειθόμενοι, ὁ τό ἔγγραφον προκομίσας καί μάρτυρας εἰς τό μέσον προῆγε τόν θεοσεβῆ πρεσβύτερον καί δευτερεύοντα τῆς μητροπόλεως Τυάνων Γεώργιον, Μιχαήλ τόν ἱερομνήμονα, Εὐστάθιον ἱερέα, τόν θεοσεβῆ ἱερέα τῆς δηλωθείσης ἐκκλησίας Σισσίνιον, Κωνσταντίνον τόν Ῥοδαντ( ) , τόν μαθητήν γεγονότα τοῦ Κλήμεντος καί προσελθόντα αὖθις τῷ μητροπολίτῃ καί ἀναθεματίσαντα τάς ἐκείνου διδασκαλίας, τόν ἀπό τῆς ἐνορίας τοῦ Μωκησοῦ Βασίλειον τόν τοῦ Μονογρόθ(ου), Νικηφόρον τόν τοῦ Παλατ(ίνου) καί ἑτέρους τινάς, οὐκ ἐπί τοῖς ῥηθεῖσι μόνον αὐτούς ἐλέγχοντας αἰτιάμασιν ὅσα ἀπό τοῦ ἐγγράφου ἐκείνου οὗτοι οὐ παρεδέχοντο, ἀλλά καί ἑτέροις οὐκ ὀλίγοις, χείροσι πολύ τῶν μνημονευθέντων καί προφανῶς τούτους οὐκ ὀρθοῦ καί εὐσεβοῦς ὄντας φρονήματος ἀπελέγχουσιν.

Ἀλλ' ἡμεῖς καί ἀπό τῶν συνομολογηθέντων αὐτοῖς οὐκ ἀγεννῆ λαβόντες κατάληψιν, καί μηδέ ὅρκοις ὑποβάλλειν ἀνθρώπους δέον εἶναι νομίσαντες διά τόν ὑπέρ εὐσεβείας ζῆλον ἑτοίμους ὅτι μάλα καί πρός τοῦτο τυγχάνοντας, ἠρκήσθημεν καί μοναῖς ταῖς ὁμολογίαις αὐτῶν, καί τόν ἀναβαπτισμόν τέως καί τήν τῶν ἁμαρτανόντων ἀποβολήν ὡς μηδέ μετά θάνατον αὐτοῖς συγχωρεῖν γεννήματα ἤ παιδεύματα τῆς τῶν Βογομήλων εἶναι θρησκείας, διαγινώσκοντες, ἵνα τά γε νῦν ἔχοντα πλείονα παραδράμωμεν, βογομηλικῶς αὐτούς καί φρονεῖν και διδάκειν ὁμολογουμένους διαγινώσκομεν. Τοίνυν καί μελήσει ἡμῖν τό ἀπό τοῦδε τούτους ἐξασφαλίζεσθαι ὥστε καί κατά μόνας διάγειν, καί μήτε δι' ὁμιλίας ἤ ὁπωσδήποτε ἄλλως τῆς τοιαύτης λύμης μεταδιδόναι καί ἄλλοις, ἅμα δέ καί ἐπιτηρεῖσθαι αὐτούς εἰ πρός διόρθωσιν ἀπονεύοιεν καί τῶν ἐνσπαρέντων αὐτοῖς οὐκ ὀρθῶν δογμάτων ποιοῖντο ἐκρίζωσιν.


3. Ἕτερον σημείωμα διαλαμβάνον ὅτι ἀνεθεμάτισαν οἱ αὐτοί ἐπίσκοποι καί Βογόμηλοι τά ἐν τῷ καταστίχῳ ἀναγεγραμμένα καί πάντας τούς οὕτω φρονοῦντας.


Μηνί ὀκτομβρίω λ', ἡμέρα ζ', ἰνδικτιῶνος ζ', προκαθεζομένου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου καί οἰκουμενικοῦ πατριάρχου κυροῦ Μιχαήλ ἐν τοῖς Ἀλεξιακοῖς κατηχουμενείοις, συνδικαζόντων μέν τῇ μεγάλῃ ἁγιωσύνη αὐτοῦ τοῦ πανσεβάστου σεβαστοῦ καί μεγάλου δρουγγαρίου κυροῦ Κωνσταντίνου τοῦ Κομνηνοῦ, τοῦ μακαριωτάτου πανσεβάστου σεβαστοῦ ἀρχιεπισκόπου βουλγαρίας, τοῦ μεγαλοενδοξοτάτου πρωτασηκρῆτις κυροῦ Λέοντος τοῦ Ἱκανάτου, συνεδριαζόντων δέ τοῦ μεγαλοεπιφανεστάτου πρωτονοβελισσίμου κυροῦ Βασιλείου τοῦ Μαρούλη, ἱερωτάτων ἀρχιερέων τοῦ Ἐφέσου, τοῦ Ἀγκύρας, τοῦ Κυζίκου, τοῦ Πισιδίας, τοῦ Ἀλανίας, τοῦ Μεθύμνης, τοῦ Γαρέλλης, τοῦ Καραβυζύης καί τοῦ Γοτθίας, παρισταμένων καί δεσποτικῶν ἀρχόντων.

Ὅσα μέν διέγνωσθαι μέχρι τοῦ νῦν κατά του μοναχοῦ Λεοντίου καί του μοναχοῦ Κλήμεντος τῶν ἀπό ἐπισκόπων καί ὅσα τούτοις καθωμολόγται τῶν ἐμπεριεχομένων σφαλερῶν κεφαλαίων τῷ παρά τῶν ἐποίκων τῆς ἐνορίας Τυάνων ἀποσταλέντι ἐγγράφῳ πρός τήν ἡμῶν μετριότητα διαλαμβάνον σαφέστερον τό πρό μικροῦ παρ' ἡμῶν ἐκτεθειμένον σημείωμα, προστάξει βασιλικῇ συνδικαζόντων ἡμῖν τηνικαῦτα καί τῶν ἐν τῷ τοιούτῳ σημειώματι δηλουμένων πανυπερτάτων ἀνδρῶν˙ καί ὅσον μέν ἐπί τοῖς ὁμολογηθεῖσιν ἐκείνοις, οὐδέν ἡμῖν τό ἀμφίβολον, ἅτε δή καταγνωσμένοις καί παρ' ἡμῶν καί παρ' αὐτῶν δή τούτων ἀποβληθεῖσι διά τό καί τάς αἰτίας ἅς προεβάλοντο ἀδέκτους ἡμῖν λογίσθῆναι πρός τό αὐτῶν καί τά ἄλλα ὡς σφαλερά ἐφ' οἷς αὐτοί μέν οὐ καθωμολόγησαν, ὁ δέ προσκομίσας τό ἔγγραφον ἕτοιμος ἦν καί διά μαρτύρων ταῦτα πιστώσασθαι, διά ταῦτα καί σήμερον συνελθόντων τῇ ἡμῶν μετριότητι τῶν δοθέντων ταύτῃ συνδικαστῶν, δέον ἡμῖν ἅπασι δέδοκται καί διόρισται ὥστε πρός πληροφορίαν τῶν πρός ἡμᾶς στειλάντων τό ἔγγραφον τοῦ ὁμολογουμένως τοῦ ὀρθοῦ παρασφάλλεσθαι λόγου τά τούτῳ περιεχόμενα καί πολλήν πονηρίαν τε καί ἀσέβειαν καταβοᾶν τῶν οὕτω φρονούντων ἤ διδασκόντων, ἐν ἐπηκόῳ τουτουΐ τοῦ συνεδρίου ἀναθέματι τά πάντα ὑποβάλειν˙ ὅπερ δή καί αὐτίκα τήν σήμερον ἐνώπιον ἡμῶν πεποιήκσαι τά τε ἀναμφίβολα πάντα ὡς ἑτερόδοξα ῥητῶν ἀναθεματίσαντες καί ἐφ' οἷς ἀμφιβολίας ἦν ἐπισκίασμα, διά τινας προφάσεις παρ' αὐτῶν εἰσαχθείσας πρός τήν τῆς ἑαυτῶν καταγνώσεως ἀποσόβησιν, τούς μή κατά τήν καθολικήν ἐκκλησίαν φρονοῦντας, ἀλλ' ἔξωθεν τι παρ' ἑαυτῶν ἐπεισάγοντας ἀναθέματι καθυποβάλλοντες, πρό πάντων δέ γε καί ἑαυτούς, εἰ φανερῶς εἴτε μήν κεκρυμένως ἤ φρονήσαιεν ἤ διδάξαιεν παρά τά εὐσεβῆ τῆς καθολικῆς ἐκκλησίας καί δόγματα καί διδάγματα. Τό μέντοι τῶν κεφαλαίων κατάστιχον διά τό ανόθευτον πάντῃ συντηρηθῆναι καί ἀδιάβλητον, ὡρίσθ μεταγραφέν ὑπογραφῆναι μέν παρά τῶν ἀναθεματίσαντων αὐτό, ἐπιγραφῆναι δέ ἔξωθεν καί παρά τοῦ ἡμετέρου θεοφιλοῦς χαρτοφύλακος καί εἰς τήν χώραν ἀποσταλῆναι.

(Πηγή: Jean Gouillard, Quatre proces de mystiques a Byzance, έκδοση από τους κώδικες Allatiano & Barocciano 205, f.524r-v)


***

6. Καταδίκη μοναχού Νύμφωνα

Σημείωμα γεγονός ἐπί τῷ περιορισμῷ, τῷ εἰς τήν μονήν τῆς περιβλέπτου, τοῦ Βογομήλου, καί παμβεβήλου Νίφωνος.

Μηνός Ὀκτωβρίου α', ἡμέρα στ', ἰνδικτιῶνος ἑβδόμης. Προκαθημένου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου καί οἰκουμενικοῦ πατριάρχου κυρίου Μιχαήλου ἐν τῷ Θωμαϊτῇ, συνεδριαζόντων τῇ μεγάλῃ ἁγιωσύνη αὐτοῦ τοῦ πανσεβάστου Σεβαστοῦ, καί μεγάλου Δρουγγαρίου, τοῦ μακαριωτάτου Σεβαστοῦ, καί ἀρχιεπισκόπου Βουλγαρίας, καί τοῦ πανευγενεστάτου πρωτοασηκρήτου τοῦ Ἱκανάτου, τῶν ἱεροτάτων ἀρχιερέων τοῦ Ἀγκύρας, τοῦ Κυζίκου, τοῦ Νικομηδείας, τοῦ Νικαίας, τοῦ Τυάνων, τοῦ Ἀντιοχείας τῆς Πισιδίας, τοῦ Δυῤῥαχίου, τοῦ Ἀλανίας, τοῦ Μαδύτων. τοῦ Μεσημβρίας, τοῦ Κυζίκης, τοῦ Γάρεως, καί τοῦ Γοτθίας, παρισταμένων καί δεσποτικῶν ἀρχόντων.
Οὐκ ὀλίγας, οὐδ' ἀγαθάς ἀγγελίας ἡ μετριότης ἡμῶν εὐηχηθεῖσα περί πολλῶν περί τοῦ μοναχοῦ Νίφωνος, πολύ τό κατ' αὐτοῦ δύσφημον ἐπισυρομένας. ἀλλά καί γραφήν τούτου θεασαμένη πρός τινας καί πολλούς ἐξ ὀνόματος τοῦδε ἐν Καππαδοκίᾳ στελεῖσαν, τήν ἰδίαν εἶναι καί αὐτός ὡμολόγησε, καί ὅτι πᾶσαν τήν ἐκκλησίαν ὑβρίζει, αἱρετικούς πάντας ἀποκαλῶν, ὡς ὁ ἀβλαβής Δομέστικος τῶν σεκρετικῶν Βασίλειος ὁ Κυμινιανός, καί Γεώργιος σεκρετικός ὁ τοῦ δευτερεύοντος, καί Ἰωάννης σεκρετικός ὁ τοῦ Οἰνοχίου, πρός αὐτόν παρ' ἡμῶν σταλέντες ἐξεῖπον ἡμῖν, ναι μην καί τινες τῶν ἐν τῇ Κοτυαείου μονῇ μοναχῶν, καί ἄλλοι πολλοί τῶν ἀξιολόγων, παριστήσατο μεν αὐτόν καί ἅπαξ, καί δίς ἐνώπιον τοῦ ἱεροῦ συνεδρίου, καί τάχα μέντοι καί ἔσπευδον ἐξετάσαι τῶν ἡμῖν ἀκουσθέντων τινά καί λαχεῖν τελείαν διάγνωσιν περί ὧντε ἀνέμαθε, καί ὅπως οὗτος ἔχει φρονήματος. ὅτι δέ καί πλείονος καί σχολαιστέρας ἐρεύνης ἐώρα δεόμενα τά τῆς κατ' αὐτόν ἐξετάσεως. ὑφωρᾶτο δέ καί ἄλογον φόβον, μήπου διά τό ἄφετος εἶναι καί ἐλευθερίως διάγειν ἔνθα καί βούλεται, προσομιλεῖντε ἀκωλύτως, καί οἷσπερ ἐθέλει, καί οὕτω ψυχικῆς βλάβης αἴτιος ἐγκατασταίη πολλοῖς, οὐκ ὀρθοῦ δοκῶν εἶναι φρονήματος, ἐξ ὧν περ ἠκούσαμεν. τούτου δή χάριν ἄχρις ακριβεστέρας περί αὐτοῦ ἡμῖν ἀκουσθέντων ἐρεύνης καί ἐξετάσεως, ἀπαχθῆναι μέν τούτον ἐν τῇ σεβασμίᾳ τῆς περιβλέπτου μονῇ προσετάξαμεν. παραγγελίαν δέ γενέσθαι πρός τε τόν εὐλαβέστατον καθηγούμενον, τόν οἰκονόμον, καί τούς λοιπούς μοναχούς, ὥστε ἔντινι τῶν ἐντός τῆς μονῆς κελλίων ἡσυχάζειν αὐτόν ἀπρόσιτον τοῖς ἐκτός τυγχάνοντα πᾶσι, παρ' ἑνός δέ καί μόνου διακονητοῦ καθυπηρετούμενον, καί μηδενί ἔχοντα ἐπ' ἀδείας προσομιλεῖν, μή τῶν λαϊκῶν, μή τῶν ἐκκλησιαστικῶν, ἀλλά μηδέ διά γραφήν ἤ διδάσκειν, ἤ καί πρός τινας ἐπιστέλλειν, ἤ δι' ἑαυτοῦ, ἤ δι' ἑτέρου, ἀλλ' ἐν ἡσυχίᾳ καθημένου, ὡς δεδήλωται. καί τῆς ἐνδεχομένης προνοίας ἀπό τῆς δηλωθείσης μονῆς χάριν ψυχικῆς σωτηρίας τοῦ ἀοιδήμου κτήτορος αὐτῆς ἀξιούμενον. Ἐκείνοις καί μόνοις πρός ἀνάγνωσιν κεχρῆσται βιβλίοις, οἷς ἄν ἡ μετριότης ἡμῶν ἐπιτάξειε. τῶν δέ λοιπῶν τελείως ἀπέχεσθαι, ὥστε μέντοι καί ἀσφαλῶς αὐτῷ συντηρεῖσθαι τήν τοιαύτην καθ' ἑαυτόν ἡσυχίαν, καί τό μηδενί ἐντυγχάνειν, ὡς εἴρηται, καί δεσμός αὐτῷ παρ' ἡμῶν ἐπηνέχθη συνοδικός. ὥστε ὑπό ἀφορισμόν καί ἀκοινωνίαν εῖναι τελείαν, εἰ κεκρυμένος γοῦν ἤ γράψαι πρός τινας, ἤ διδάξαι τολμήσει. εἰ γάρ φανείη τήν ἡμετέραν ταύτην παραγγελίαν ἐπί ἀθετήσει τινός τῶν ἤδη διορισθέντων παρ' ἡμῶν ἀλισκόμενος, οὐκέτι ὡς ἀμφιβαλλόμενος ἔσται ἡμῖν, ἐφ' οἷς κατ' αὐτοῦ ἠκηκόαμεν, ἀλλ' ὡς καί παντελῶς ἀναμφίβολος μή ὀρθά φρονῶν, μηδ' ὀρθόδοξα. τοῖς αὐτοῖς μέντοιγε ἔνοχοι ἔσονται, καί ὅσοι ἤ ἀπιέναι τολμήσουσιν εἰς αὐτόν, ἠ γραφάς ἐπιστέλλειν αὐτῷ, ἤ ομιλεῖν ὁπωσδήποτε.

2. Σημείωμα, δι' οὗ διεγνώσθη ὁ ἀμόναχος καί παμβέβηλος Νίφων τῆς τῶν Βογομήλων ὁμολογουμένος μυσαρωτάτης εἶναι αἱρέσεως.


Μηνί Φεβρουσαρίῳ κβ'. ἡμέρα γ'. Ἰνσικτιῶνος ἑβδόμης. Προκαθημένου τοῦ ἁγιωτάτου ἡμῶν δεσπότου, καί οἰκουμενικοῦ πατριάρχου κυρίου Μιχαήλου ἐν τοῖς δεξιοῖς κατηχουμενίοις τοῦ ἁγίου Ἀλεξίου, συνεδριάζοντος τῇ μεγάλῃ ἁγιωσύνῃ αὐτοῦ τοῦ μεγάλου ἐπιφανεστάτου πρωτοασηκρήτου κυρίου Λέοντος τοῦ Ἱκανάτου, καί ἱερωτάτων ἀρχιερέων τοῦ Τυάνων, τοῦ Λαοδικείας, τοῦ Δυῤῥαχίου, τοῦ Θηβῶν, τοῦ Ἀμάστριδος, τοῦ Καλουσίας, τοῦ Μαδύτων, τοῦ Λακεδαιμονίας, τοῦ Λευκάδος, τοῦ Παρ/ας, καί τοῦ Γοτθίας, παρισταμένων καί δεσποτικῶν ἀρχόντων.


Τά κατά τόν μοναχόν Νίφωνα, ὅπως τε πρό καιροῦ συνοδικῶς ἐξητήθη, καί ὅπως διά τά ἐξ αὐτοῦ τοῖς πολλοῖς ἐπιφυόμενα σκάνδαλα ὠκονόμηται τά κατ' αὐτήν παρά τῆς ἡμῶν μετριότητος. ὡς ἄν ἐν ἡσυχίᾳ καθήμενος, καί τά καθ' ἑαυτόν μεμεριμνημένως ἐπισκεπτόμενος, καί τῆς σωτηρίας φροντίζων τῆς ἑαυτοῦ, τῆς τῶν ἄλλων ὁμιλίας, καί παντοίας ἄλλης ὁποιασδήποτε κοινωνίας ἀπέχηται, τό τηνικαῦτα παρ' ἡμῶν ἐκτεθέν διαλαμβάνει σημείωμα, ὅτε καί εἰ μή καταλήψεις πλείας, ἀλλά τέως προλήψεις, καί οὐ τυχούσας ῥοπάς κατ' αὐτοῦ κατελάβομεν, ὡς ἔν τισι τά τοῦ ὀρθοδόξου παραχαράττοντος δόγματα, καί ἄντικρυς ἑτεροδιδασκαλοῦντος ἡμῖν, καί οἰκίας κοιλίας ἀπογγενῶντος διδάγματα. ἀλλ' οὐ πρόληψις ἡμῖν μόνον, οὐδέ ῥοπή τις, ἤ ἀμυδρά παράστασις, καί κατάληψις περί τοῦ μή ὀρθῶς αὐτόν φρονεῖν, ἤ διδάσκειν, κατελήφθη τήν σήμερον. καί ἵνα τ' ἄλλα παρῶμεν, ὅσα τε ἀπηγγέλη ἡμῖν περί τούτου παρά τοῦ ἱερέως τῆς μεγάλης ἐκκλησίας Θωμᾶ καί παντυχικῶν χωριττών, ὡς περί τῆς ἁγίας τῶν ζωοποιῶν τοῦ Χριστοῦ κοινωνίας ἔκθεσμά τινα καί τῆς ἀσεβῶς ἀλλότρια πίστεως παρεισάγοντα, ναι μέν καί τά περί τοῦ εὐλαβεστάτου καθηγουμένου τῆς τοῦ παντοκράτορος σεβασμίας, καί βασιλικῆς μονῆς, προφανῶς τόν τοιῦτον καί αὐτά παριστῶντα τῆς ἀσεβείας ἀλλότριον. Οὐ μήν ἀλλά καί τά περί τοῦ ἱερωτάτου μητροπολίτου Δυῤῥαχίου παρεισαχθέντα, εἰ καί ἔξαρνος οὗτος ἀπλῶς πρός πάντα ἐτύγχανεν. ἀλλ' οὐν αὐτά τά σήμερον παρ' αὐτοῦ λαληθέντα, καί εἰς πάντων ἐπήκοον οὐκέτι δισταγμένα τινά περί τούτου ἔχειν ἡμᾶς ἀπό τῆς σήμερον συγκεχώρηκεν, καί οἷον διαμφιβάλλειν περί αὐτοῦ, ὅπως ἄρα καί ἔχει φρονήματος. ἔκ τε γάρ τοῦ τούς ἀποβληθέντας πρό μικροῦ παρ' ἡμῶν συνοδικῶς, ὡς ἑτεροδόξους δύο ἐπισκόπους τοῦ μητροπολίτου Τυάνων εὐσεβεῖς αὐτούς ὀνομάζειν, καί φρονοῦντας ὀρθῶς, καί ἀπλῶς διά τούτου τοῦ τροπαίου ἐναντιοῦσθαι, οὐχί τῇ συνόδῳ καί μόνῃ, ἀλλά καί πάσῃ τῇ δογματικῇ ἐκκλησίᾳ τῇ τά παρ΄ ἐκείνων δογματισθέντα ὡς ἀσεβῆ ἀμφιβαλλομένῃ καί ἄθεσμα. καί ἐκ τοῦ ἐνώπιον ἡμῶν πάντων ἀποστοματίσαι τήν σήμερον, καί εἰπεῖν καί εἰπεῖν ἀνάθεμα τῷ Θεῷ τῶν Ἑβραίων, συνῆκται ἡμῖν ἔκ δε τούτων ἀνενδοιάστως μή τά τῶν ὀρθοδόξων φρονεῖν, ἤ δογματίζειν αὐτόν, διό καί ὡς τελείαν τό ἀπό τοῦδε πληροφορίαν σχόντων ἡμῶν περί τῆς ἐσφαλμένης αὐτοῦ, καί ἀθέου πάντῃ διδαχῆς, καί φρονήσεως, ὡρίσθη περιορισθῆναι αὐτόν ἔν τινι τόπῳ καθ' ἡσυχίαν, καί ἀπρόσιτον εἶναι παντάπασιν, ὥστε μή τήν ἐξ αὐτοῦ λύμην, καί εἰς πολλούς διαδίδοσθαι. πάντως γάρ ὁ τῇ καθολικῇ ἐκκλησίᾳ οὗτως ἐναντιούμενος προφανῶς. καί ἑαυτόν μέν νομίζων ὀρθόδοξον, ἄλλως δ' ἔχειν τούς ἄλλους οἰόμενος˙ οὐ φωτός, ἀλλά σκότους μεταδώσει τοῖς αὐτῷ πλησιάζουσιν. ἀλλά καί ὅς ἄν τολμήσει τοῦ λοιποῦ ἔν τινι κοινωνῆσαι αὐτῷ ἐν ὁμιλίᾳ, ἤ διαίτῃ, ἤ ἄλλῳ τρόπῳ ὁποιῳδήτινι φανερῶς, ἤ καί λάθρα, ὡς ὁμόφρων αὐτῷ κακεῖνος καί λογισθήσεται καί τιμωρηθήσεται.

(Πηγή: Mansi XXI.597-603).

***

7. Η ιστορία του Πέτρου ή Λυκοπέτρου.

Η ιστορία αυτή βρίσκεται σε προσθήκη αναθεμάτων στο Συνοδικό της Ορθοδοξίας. Δεν υπάρχει σε όλους τους κώδικες, αλλά μόνο σε μια οικογένεια πέντε κωδίκων οι οποίοι προέρχονται από την ευρύτερη περιοχή των Αθηνών. Δεν περιέχεται στο κείμενο του Συνοδικού της Κωνσταντινουπόλεως. Έχουν εκδοθεί από τον J. Gouillard, Le Synodikon d' orthodoxie, Travaux et Memoires 2 (1967) pp. 1-313.

«Στον Πέτρο, τον αρχηγό της αίρεσης των Μεσσαλιανών ή Λυκοπετριανών, Φουνδαϊτών ή Βογομίλων, που υποσχέθηκε ότι θα αναστηθεί από τους νεκρούς, και γι' αυτό τον λόγο ονομάζεται Λυκοπέτρος, επειδή όταν ετάφη κανονικά κάτω από πέτρες, μέσω μαγείας και μιαρών πράξεων, υποσχέθηκε στους κακόμοιρους οπαδούς του ότι θ' αναστηθεί μετά από τρεις μέρες˙ καθώς είχαν συγκετρωθεί στα βδελυρά λείψανά του, μετά τρεις μέρες εμφανίστηκε ως λύκος που αναδύονταν από την σωρό με τις πέτρες, ανάθεμα». (αγγλική μετάφραση B. Hamilton, Christian Dualist Heresies in the Byzantine World c.650-1450: Selected Sources, Manchester Medieval Studies 1998, pp. 136-137).

Μια άλλη εκδοχή του μύθου βρίσκεται στην Στηλιτευτική Συγγραφή του Ευθύμιου Ακμονίας. Το απόσπασμα δεν διατίθεται στην έκδοση του Migne, διότι δεν ελήφθησαν υπόψη όλα τα χειρόγραφα. Υπάρχει στην έκδοση του G. Ficker, Die Phundagiagiten, Lipsiae 1908, ο οποίος έλαβε υπόψη του τους κώδικες Vindob. 307 (=Ficker A) & Vindob. 193 (=Ficker B).

«Θα αποκαλύψω εν μέρει την συμπεριφορά... του Πέτρου του ανάξιου... αυτού του ανθρωπάριου, ο οποίος αν και αιρετικός δεν έγινε αντιληπτός στους ορθοδόξους εξαιτίας της υποκριτικής ταπείνωσης και της ψευτιάς του, και επίσης επειδή η τρέλα και η αίρεσή του ήταν συγκεκαλυμένες. Έτσι εν αγνοία τον εξέλεξαν αρχιεπίσκοπο και αναξίως, αυτός που ήταν λύκος, αντί ποιμένας, ανέβηκε σε αποστολικό θρόνο. Στο τέλος ο ασεβής δεν διέφυγε, αλλά η τρέλα του αναγνωρίστηκε σε σύνοδο. Όταν ο αυτοκράτορας [Α Μαρκιανός καί Πουλχερία] άκουσε για την ασέβειά του, εξοργίσθηκε μαζί του κι έστειλε ανθρώπους να τον συλλάβουν. Ο άθλιος, μαθαίνοντας για την οργή του αυτοκράτορα και ότι βρισκόταν στην κόψη του ξυραφιού, κατέφυγε γρήγορα σ' ένα μάγο, τεχνίτη του διαβόλου, αγαπημένο συγγενή του, και του είπε για τον θυμό του αυτοκράτορα εναντίον του και για τον κίνδυνο που διέτρεχε, και ζήτησε ό,τι βοήθεια μπορούσε να του προσφέρει.
Τότε ο μάγος, ακούγοντας αυτά είπε στον άθλιο:
- Μην στεναχωριέσαι αφέντη, αφού έχεις εμένα φίλο. Μόνο πες μου, πού θέλεις να δραπετέυσει, κι εγώ θα σε μεταφέρω τάχιστα.
Ο άθλιος απάντησε:
- Στην Ρωμαϊκή αυτοκρατορία δεν υπάρχει τόπος για μένα. Θα ήθελα να πάω στην Μεγάλη Αρμενία, εφόσον μιλώ καλά την Αρμένικη γλώσσα.
[Ο μάγος] γέμισε ένα πιάτο με νερό και εκτέλεσε τα μαγικά και διαβολικά ξόρκια του, και τότε κάλεσε τον Πέτρο τον ανάξιο, και του δωσε μια γυάλινη φιάλη γεμάτη σατανικό άρωμα... και επίσης μια επωδή σατανική, γραμμένη σε χαρτί, και του είπε:
- Πάρε όλα αυτά που σου δίνω, διότι είναι απαραίτητα. Αύριο, νωρίς το πρωί θα βρεθείς στην Μεγάλη Αρμενία. Όταν έρθει η μέρα στείλε τους υπηρέτες σου να προπορευθούν και να κηρύξουν στους κατοίκους της Μεγάλης Αρμενίας τα εξής˙ «Ένας μεγάλος απόστολος και διδάσκαλος ήρθε να ζήσει στην χώρα σας. Ελάτε όλοι να τον δείτε και να τον τιμήσετε». Όταν ο λαός έρθει να σε τιμήσει, άλειψε την παλάμη του δεξιού χεριού σου με το άρωμα που έβαλα στην φιάλη που σου έδωσα, και στις δυο πλευρές. Πρόσφερε σε αυτούς που έρχονται να σε τιμήσουν, πρώτα την ράχη του χεριού σου για να φιλήσουν, εκεί που απλώθηκε το άρωμα, και μετά βάλε το αλειμένο χέρι σου στο κεφάλι τους και απάγγειλε την επωδή σε καθέναν από αυτούς, που έγραψα και σού 'δωσα, σαν να πρροσεύχεσαι και να τους ευλογείς. Όταν γίνει αυτό ο δαίμονας θα κατοικίσει μέσα τους, διότι το Άγιο Πνεύμα απεχθάνεται το μίασμα και θα τους εγκαταλείψει η Χάρις του Βαπτίσματος˙ στο μέλλον θα τους έχεις υποχείρια να πιστεύουν στην διδασκαλία σου και να πράττουν το θέλημά σου.

Ο Μάγος πρόσταξε και οι υπηρέτες πάνε αμέσως και φέρνουν τη φιάλη που ήταν διαβσμένη. Πράττοντας έτσι ο άθλιος αρπάχθηκε από τους δαίμονες και μεταφέρθηκε στη Μεγάλη Αρμενία. Όταν συνέβησαν αυτά κι έπραξε τις οδηγίες του μάγου, ο άθλιος περιφέρονταν διδάσκονταες σε όλη την χώρα της Αρμενίας και κήρυττε όσα ειπωθηκαν προηγουμένως. Πολλοί συγκεντρώθηκαν γύρω του. Παραπλάνησε και κατέστρεψε πολλούς Αρμένιους, όχι μόνο τον απλό λαό, αλλά και τον ίδιο τον βασιλιά. [Ο βασιλιάς των Αρμενίων] έγραψε στον βασιλιά των Ιβήρων αυτά τα λόγια:
«Θέλω να γνωρίζεις, άρχοντα και αδερφέ μου, ότι ένας μεγάλος καθοδηγητής και απόστολος ήρθε να ζήσει αυτή την ημέρα στη χώρα μου. Η άφιξή του με διαφώτισε και με βοήθησε˙ αν η μεγαλειότητά σου διατάξει, θα σου στείλω τον άνδρα, και θα οφεληθείς από αυτόν».

Ο βασιλιάς της Ιβηρίας τον υποδέχθηκε και κάλεσε τους πιο μορφωμένους από τους επισκόπους του. Όταν εξέτασαν όσα τον αφορούσαν από κοντά και προσεκτικά, δεν τον βρήκαν απλό καί άγιο, όπως ισχυρίζονταν ο βασιλιάς της Αρμενίας, αλλά διάβολο, αιρετικό και λαοπλάνο. Αμέσως λιθοβολήθηκε με διαταγή του βασιλιά της Ιβηρίας, τόσο πολύ ώστε σχηματίστηκε σωρός από πέτρες πάνω από το πτώμα του.
Όταν το έμαθε ο βασιλιάς της Αρμενίας... ήθελε να εκδικηθεί το αίμα του διδασκάλου του, και βάδισε εναντίον του βασιλιά των Ιβήρων, για να κάνει πόλεμο μαζί του. Όταν το άκουσε ο βασιλιάς των Ιβήρων, τού έστειλε αγγελιοφόρο, λέγοντας:

- Αδελφέ μου, είσαι εξαγριωμένος μαζί μου για το τίποτα, διότι ήταν άθλιος και αιρετικός άνθρωπος, λαοπλάνος. Εμείς οι Χριστιανοί πιστεύουμε... ότι αυτός που πεθάινει για την αληθινή ορθόδοξη πίστη είναι άγιος και τα λείψανά του θαυματουργούν και μυροβλύζουν. Έλα εν ειρήνη, ώστε μαζί να σκάψουμε και να βρούμε τα λείψανα αυτού του ανθρώπου. Αν τα βρούμε να είναι όπως ειπώθηκε, θα τα τιμήσουμε με ενότητα, και θα πιστέψουμε ότι οι διδασκαλίες του είναι αληθινές, και θα τιμωρήσουμε τους επισκόπους που του επιτέθηκαν ως συκοφάντες. Αλλά αν βρεθεί το αντίθετο, γιατί θυμώνεις μαζί μας για το τίποτα;

Έτσι το σχέδιο του Ίβηρου βασιλιά ικανοποίησε [τον βασιλιά της] Αρμενίας. [Μαζί] το κανόνισαν και έσκαψαν τον σωρό από πέτρες που βρίσκονταν πάνω από το πτώμα του αιρετικού... Βρήκαν το βδελυρό σώμα του μεταμορφωμένο απρόσμενα σε λύκο. Τέλος όταν απομακρύνθηκαν οι πέτρες, ο άθλιος αναπήδησε ως λύκος, όπως παρακολούθησαν όλοι, και το σκασε φυγάς στα βουνά. Όταν οι Αρμένιοι το είδαν, επέστρεψαν καταντροπιασμένοι, μετανοώντας για τα λάθη τους. Παρόλα αυτά ο ακόλουθος του άθλιου, ο Σέργιος [ο αιρετικός, δεν τους άφησε] να μετανοήσουν εντελώς. [Έκτοτε] αυτός ο αιρετικός δεν αποκαλείται [Πέτρος] ο ανάξιος, αλλά Λυκοπέτρος. Αυτός είναι ο Πέτρος ο απόστολος των Φουνδαγιαγιτών και η σατανική επωδή, την οποία έδωσε στον Λυκοπέτρο ο μάγος, είναι αυτή που περιέχεται στην αποκάλυψη του αγίου Πέτρου του Αποστόλου. Αν οι αιρετικοί βουρλίσουν κάποιον πρώτα, διαβάζοντάς την σε αυτόν, ο διάβολος κατοικεί μέσα του, και τον φέρνει σε καταστροφή. Από τότε και στο εξής, κανένα επιχείρημα σχετικά με την γνώση του Θεού δεν αγγίζει την ψυχή του...»

(αγγλική μετάφραση B. Hamilton, Christian Dualist Heresies in the Byzantine World c.650-1450: Selected Sources, Manchester Medieval Studies 1998, pp. 155-157).

***

Με το όνομα Αποκάλυψη Πέτρου είναι γνωστά τρία κείμενα. Το πρώτο και πιο διαδεδομένο θεωρείται απόκρυφο και αναφέρεται από τον Ευσέβιο Καισαρείας:

«Πέτρου μέν οὖν ἐπιστολή μία, ἡ λεγομένη αὐτοῦ προτέρα, ἀνωμολόγηται, ταύτη δέ καί οἱ πάλαι πρεσβύτεροι ὡς ἀναμφιλέκτῳ ἐν τοῖς σφῶν αὐτῶν κατακέχρηνται συγγράμμασιν˙ τήν δέ φερομένην δευτέραν οὐκ ἐνδιάθηκον μέν εἶναι παρειλήφαμεν, ὅμως δέ πολλοῖς χρήσιμος φανεῖσα, μετά τῶν ἄλλων εσπουδάσθη γραφῶν. Τό γε μήν τῶν ἐπικεκλμένων αὐτοῦ Πράξεων καί τό κατ' αὐτόν ὠνομασμένον Εὐαγγέλιον τό τε λεγόμενον αὐτοῦ Κήρυγμα καί τήν καλουμένην Ἀποκάλυψιν οὐδ' ὅλως ἐν τοῖς καθολικοῖς ἴσμεν παραδεδομένα, ὅτι μήτε ἀρχαίων μήτε μήν καθ' ἡμᾶς τις ἐκκλησιαστικός συγγραφεύς ταῖς ἐξ αὐτῶν συνεχρήσατο μαρτυρίαις» (Εκκλησιαστική Ιστορία 3.3.2)
και τον Ιερώνυμο:

«Libri autem e quibus unus Actorum eius inscribitur, alius Evangelii, tertius Praedicationis, quartus Ἀποκαλύψεως quintus Iudicii, inter apocryphas scripturas repudiantur». (De viris illustribus 1: Τα βιβλία όμως, εκ των οποίων το ένα επιγράφεται Πράξεις αυτού, το άλλο Ευαγγέλιο, τρίτο Κήρυγμα, τέταρτο Αποκάλυψις, πέμπτο Κρίσις, απορρίπτονται ως απόκρυφα συγγράμματα).

Το κείμενο χρονολογείται στο δεύτερο μισό του β' αι (Muratori, 170-200 m.X.). Το ήμισυ περίπου αυτού βρέθηκε στην Πανόπολι της Αιγύπτου το 1886. Εκδόθηκε μαζί με τ' άλλα κείμενα που βρέθηκαν σ' εκείνη την ανασκαφή στο U. Bouriant, Mémoires publiées par les members de la mission archéologique francaise au Caire, Paris 1892, t. 9. Το περιεχόμενό του είναι χριστιανικό και θεωρείται λαϊκό ανάγνωσμα, οπότε δεν πρέπει η αναφορά να σχετίζεται με αυτό το έργο.

Το δεύτερο κείμενο είναι γνωστικό. Χρονολογείται επίσης στο δεύτερο αι. Βρέθηκε μεταξύ των άλλων κειμένων στη Βιβλιοθήκη Χηνοβοσκίου (codex VII) σε κοπτική μετάφραση. Δεν υπάρχουν στοιχεία ότι κυκλοφόρησε στην περιοχή της Αρμενίας που μας ενδιαφέρει.

Το τρίτο κείμενο με τίτλο Αποκάλυψη Πέτρου γράφτηκε από τον Πέτρο τον Ίβηρα, έναν μονοφυσίτη που πέθανε το 491 μ.Χ. και μάλλον αυτό είναι το ζητούμενο. Το κείμενο δεν σώζεται. Σχτ. βλ. J. Gouillard, L' Hérésie dans l' empire byzantine, Travaux et Memoires 1 (1965), pp. 299-324.

Η ιστορία του Σέργιου συνδέεται με αυτήν του Λυκοπέτρου από τον Ευθύμιο, χωρίς να υπάρχουν τα απαραίτητα ιστορικά στοιχεία που να επιβεβαιώνουν την σύνδεση. Ωστόσο, επειδή εδώ πρόκειται για παάρτημα πηγών, μπορούμε να δώσουμε σε μετάφραση, την ιστορία που αναφέρει ο Ευθύμιος για τον εν λόγω Σέργιο. Το κείμενο υπάρχει μόνο στον κώδικα Α τη έκδοσης του Ficker.

«Ας αναφέρουμε και λίγα από τα πολλά που αφορούν τον Σέργιο, τον ακόλουθο του Λυκοπέτρου του ανάξιου. Αυτός ο Σέργιος αντικατέστησε τον Πέτρο στην Αρμενία... Αλλά σχετικά με την νηστεία Αρτζιμπούρτζι που κρατάνε οι Αρμένιοι, [ο Σέργιος] τους έδωσε αυτή την παράδοση. Αυτός ο Σέργιος, που στην Μεγάλη Αρμενία τον είχαν για διδάσκαλο, είχε ένα μικρό σκύλο και τον ονόμαζε Αρτζιμπούρτζι. Όταν πήγαινε σε μια πόλη ή χωριό, ασκούσε την μαγική του τέχνη και ικανότητες, και έστελνε τον σκύλο μπροστά. Όταν έφτανε στην πόλη ή το χωριό στο οποίο είχε σταλεί, εισέρχονταν και πήγινε από πόρτα σε πόρτα, γαυγίζοντας, σαν να ανήγγειλε την παρουσία του δασκάλου τους Σεργίου. Οι δύστυχοι εξαπατημένοι το είχαν ως συνηθισμένο σημάδι, και συναθροίζονταν να τον χαιρετίσουν και να τον τιμήσουν, να τον καλωσορίσουν και να πουν τα αιτήματά τους... και αυτός τους δίδασκε.

Μια μέρα συνέβη να έρχεται ο σκύλος στο χωριό, στο οποίο τον είχε στείλει ο Σέργιος, όπως πάντα, και να συναντήσει ένα λαγό και να τον κυνηγήσει. Καθώς ο σκύλος κηνυγούσε το λαγό, συνάντησε ένα λύκο, ο οποίος άρπαξε τον σκύλο και τον κατασπάραξε. Ένας αγρότης που αροτριούσε, είδε το γεγονός. Όταν ο Σέργιος μπήκε στο χωριό και κανείς δεν βγήκε να τον συναντήσει από τους χωρικούς κατά το συνήθειο, άρχισε να τους μέμφεται και να τους κατηγορεί. Αλλά απάντησαν

- Κανείς δεν μας ειδοποίησε.

Ο Σέργιος είπε:
- Που είναι ο Αρτζιμπούρτζιος;

Απάντησαν ότι δεν είχε έρθει και κανείς δεν τον είδε. Ο Σέργιος αναστατώθηκε στο άκουσμα. Έγινε έρευνα για τον μικρό σκύλο και μεγάλη κινητοποίηση˙ καθώς έψαξαν αρκετή ώρα αι δεν τον βρήκαν, τούς κατέλαβε ανησυχία και φόβος και θλίψη, μέχρις ότου έφθασαν στον προαναφερθέντα αγρότη, ο οποίος αροτριούσε την προηγούμενη μέρα, και τούς τα είπε όλα, πως ο Αρτζιμπούρτζιος φαγώθηκε από τον λύκο».

(αγγλική μετάφραση B. Hamilton, Christian Dualist Heresies in the Byzantine World c.650-1450: Selected Sources, Manchester Medieval Studies 1998, pp. 163-4). 

 

© 2011 impantokratoros.gr
Επιτρέπεται η χρήση, διάθεση και αναπαραγωγή του υλικού του ιστοχώρου, κατόπιν αδείας του διαχειριστή του ιστοχώρου,  αρκεί να διατηρείται το αρχικό νόημα χωρίς περικοπές, που πιθανόν να το αλλοιώνουν, για μη εμπορικούς σκοπούς,
με  βασική προϋπόθεση την αναφορά στην πηγή: http://www.impantokratoros.gr/gnostikoi.el.aspx





Print-icon 

Login-iconLogin